χαρακτηρίζεσθαι, οἷον 71 ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα, τούτου χάριν ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐ χαρακτηρίζεται διὰ τοῦ ἀμεταβόλου μόνου, ἵνα μὴ εὑρεθῇ χαρακτη ριζόμενος διὰ τῶν χαρακτηριστικῶν τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητι κοῦ· τούτου οὖν χάριν οὐκ ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικὸς δι' ἀμεταβόλου μόνου ἐξενεχθῆναι. Ἀλλ' οὔτε δὲ πάλιν τὸ ἀμετάβολον ἀποβάλλειν ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικός, ἵνα διὰ τοῦ ˉκ μόνου ἐξενεχθῇ, ἐπειδὴ τὰ ἀμετάβολα οὔτε ἐν ταῖς τῶν ὀνομάτων κλίσεσιν οὔτε ἐν ταῖς τῶν ῥημάτων θέλουσι μεταβάλλεσθαι, ὅθεν καὶ ἀμετάβολα λέγονται, οἷον Πλάτων Πλάτωνος, Ἕκτωρ Ἕκτορος, κείρω κερῶ, νέμω νεμῶ, τίλλω τιλῶ, μένω μενῶ· ἡ γὰρ φρέατος γενικὴ καὶ δελέατος καὶ στέατος οὐκ ἀπὸ τῆς φρέαρ καὶ στέαρ καὶ δέλεαρ εὐθείας εἰσίν, ἀλλ' ἀπὸ τῆς εἰς ˉς καταλήξεως, φημὶ δὴ ὡς ἀπὸ τῆς φρέας καὶ στέας καὶ δέλεας· ἐξ ἀνάγκης οὖν, διὰ τὸ μήτε δι' ἀμεταβόλων μόνων δύνασθαι ἐκφέρεσθαι τὸν ἐνεργητικὸν παρακείμενον μήτε διὰ τοῦ ˉκ μό νου, ἐκφέρεται διά τε τοῦ ἰδίου ἀμεταβόλου καὶ τοῦ ˉκ. Ἀποροῦσι δέ τινες λέγοντες, τίνος χάριν τριῶν ὄντων συμφώνων χαρακτηριστικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, φημὶ δὴ τοῦ ˉκ καὶ ˉφ καὶ ˉχ, οἷον πεποίηκα τέτυφα νένυχα, τὸ ˉκ ἔλαβε μετὰ τοῦ ἀμεταβόλου ὁ ἐνεργητικὸς παρακείμενος, καὶ οὐ τὸ ˉφ ἢ τὸ ˉχ. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι εἰ καὶ ἔλαβε τὸ ˉφ ἢ τὸ ˉχ ὁ ἐνεργητικὸς παρακείμενος μετὰ τῶν ἀμεταβόλων, ἡ αὐτὴ ἔτι ἔμενεν ἀπορία· ἔτι γὰρ ζητεῖν εἴχομεν, διατί τὸ ˉφ ἢ τὸ ˉχ ἔλαβε μετὰ τῶν ἀμεταβόλων, καὶ μὴ τὸ ˉκ. Μήποτε δὲ κατὰ τὴν ἀλήθειαν ἔστιν ἀποδοῦναι καὶ αἰτίας, διατί τριῶν ὄντων τῶν χαρακτηριστικῶν συμφώνων τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ ˉκ φημὶ καὶ τοῦ ˉφ καὶ τοῦ ˉχ, τὸ ˉκ ἔλαβε, καὶ οὐ τὸ ˉφ ἢ τὸ ˉχ, ὧν ἡ πρώτη ἐστὶν αὕτη. Ἰστέον ὅτι τὸ ˉφ ἢ τὸ ˉχ λαβεῖν οὐκ ἠδύνατο ὁ ἐνερ γητικὸς παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων, ἐπειδὴ ἡνίκα ὁ παρα κείμενος διὰ δασέος ἐκφέρεται, πάντως καὶ ὁ μέλλων διὰ διπλοῦ ἐκ φέρεται, οἷον ἡνίκα μὲν ὁ παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, <οἷον> τύψω τέτυφα, γράψω γέγραφα, ἡνίκα δὲ ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέξω λέλεχα, πλέξω πέπλεχα· ἐπειδὴ οὖν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν δι' ἀμεταβόλων, οὐκ ἔστιν ὁ μέλλων διὰ διπλοῦ, τούτου οὖν χάριν οὔτε ὁ παρακείμενος διὰ δασέος δύναται εἶναι, φημὶ δὴ διὰ τοῦ ˉχ ἢ τοῦ ˉφ, καὶ τούτου χάριν οὐκ ἔλαβεν ὁ παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων τὸ ˉφ ἢ τὸ ˉχ, καὶ λοιπὸν ἐξ ἀνάγκης τὸ ˉκ 72 ἔλαβεν. Ἡ δευτέρα δὲ λύσις αὕτη· ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέ ρεται, πάντως ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον πείσω πέπεικα, νήσω νένηκα, ἱππεύσω ἵππευκα· ἐπειδὴ οὖν ὁ μέλλων δι' ἀμεταβόλων χαρακτηρίζεται κατὰ τὴν διάλεκτον τῶν Αἰολέων καὶ διὰ τοῦ ˉς ἐκφερόμενοςτὸ γὰρ φθερῶ οἱ Αἰολεῖς θέλοντες βαρύνειν, ἅτε δὴ βαρυντικοὶ ὄντες, φθέρσω λέγουσι τὸ ˉς προστιθέντες· τὸ γὰρ ˉς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος, οἷον ποιήσω, νοήσω· καὶ πάλιν τὸ κερῶ κέρσω λέγουσιν, ἐξ οὗ τὸ <Κ 456> ἀπέκερσε τένον ταςτούτου χάριν ἐπειδὴ εὑρέθη ὁ μέλλων δι' ἀμεταβόλου χαρακτη ριζόμενος καὶ διὰ τοῦ ˉς ἐκφερόμενος, ὁ παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων τὸ ˉκ ἔλαβεν· ἐμάθομεν γὰρ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον ποιήσω πεποίηκα, νοήσω νενόηκα. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρα κείμενος. Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ ἐνεργητικοῦ παρα κειμένου διαλαμβάνει. Ἰστέον δὲ ὅτι ὁ ἐνεργητικὸς παρακείμενος τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ μέλλοντι, οἷον πείσω πέπεικα, νοήσω νενόηκα, βασιλεύσω βεβασίλευκα, κρούσω κέκρουκα, ποιήσω πεποίηκα, στεφανώσω ἐστεφάνωκα, λούσω λέλουκα· καὶ πάλιν ἐστὶ περάσω καὶ φυράσω, καὶ ἐπειδὴ ὁ μέλλων ἐκτεταμένον ἔχει τὸ ˉα, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ πεπέρακα καὶ ὁ πεφύρακα ἐκτεταμένον