ἄρθρα τῷ λόγῳ τοῦ σημαινομένου, ἐπειδή, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, οὐ δέχονται αἱ ἀντωνυμίαι ἄρθρα, ὑπεσταλμένης τῆς αὐτός. Καὶ τὰ ἀπαρέμφατα δὲ τῷ λόγῳ τοῦ σημαινομένου δέχονται τὰ ἄρθρα, οἷον τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφε λίμῳ ὄντι· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· ὀνόματα γάρ εἰσι τῶν πραγμάτων, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περί πατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν. Τῷ δὲ λόγῳ τῆς φωνῆς πάντα τὰ μέρη τοῦ λόγου δέ χονται ἄρθρα· ἡνίκα γὰρ βουλόμεθα τεχνολογῆσαι τὴν φωνήν, κεχρή μεθα τῷ ἄρθρῳ, οἷον τὸ Αἴας ἐστὶ δισύλλαβον, προσυπακούεται γὰρ τὸ ὄνομα, οἷον τὸ Αἴας ὄνομα· καὶ πάλιν τὸ λέγε προστακτικόν ἐστιν, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ λέγε ῥῆμα· καὶ πάλιν τὸ περι πατῶ περισπᾶται, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ περιπατῶ ῥῆμα· καὶ πάλιν ἡ τύπτων παροξύνεται, προσυπακούεται γὰρ ἡ μετοχή, οἷον ἡ τύπτων μετοχή· καὶ πάλιν ἡ ἐγώ ὀρθοτονεῖται, προσυπακούεται γὰρ ἡ ἀντωνυμία, οἷον ἡ ἐγώ ἀντωνυμία· καὶ πάλιν ἡ περί ὀξύνεται, προσυπακούεται γὰρ ἡ πρόθεσις, οἷον ἡ περί πρόθεσις· καὶ πάλιν τὸ εὐσεβῶς περισπᾶται, προσυπακούεται γὰρ τὸ ἐπίρρημα, οἷον τὸ εὐσεβῶς ἐπίρρημα· καὶ πάλιν ὁ μέν προηγεῖται τοῦ δέ, προσυπακούεται γὰρ ὁ 214 σύνδεσμος, οἷον ὁ μέν σύνδεσμος· ταῦτα δὲ τῷ λόγῳ τῆς φωνῆς λέ γονται δέχεσθαι τὰ ἄρθρα, ἐπειδὴ τὴν φωνήν, ἤγουν τὴν λέξιν, βουλό μενοι τεχνολογῆσαι κεχρήμεθα αὐτοῖς· ὅθεν καὶ πολλάκις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ἄρθρα ἐπιτίθεμεν τῷ λόγῳ τῆς φωνῆς, οἷον τὸ Ἀρίσταρχοι προπαροξύνεται, τουτέστι τὸ Ἀρίσταρχοι ὄνομα. Τὸ τοίνυν ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν [μόνον] ὄνομα, τουτέστι τοῦ ἁπλῶς καὶ ἀποικίλως λεγομένου· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημά των εἰσὶ τὰ ἀπαρέμφατα· ἐκ γὰρ τῆς ἀπαρεμφάτου, ὡς δέδεικται, γί νονται αἱ λοιπαὶ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται. ∆ιὸ μονό φωνόν ἐστιν. Ἰστέον ὅτι κακῶς εἶπεν, ὅτι ἐπειδή ἐστιν ὄνομα τοῦ ῥήματος τὸ ἀπαρέμφατον, διὰ τοῦτο μονόφωνόν ἐστιν, ἤγουν ἄκλιτον· τοῦτο γὰρ αὐτό ἐστι τὸ ζητούμενον, διατί ὄνομα ὂν τὸ ἀπαρέμφατον οὐ κλίνεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, <καὶ ἀντὶ τοῦ εἰπεῖν τοῦ περιπάτου λέγω τοῦ περιπατεῖν>. Ἔδει οὖν αὐτὸν εἰπεῖν, ὅτι ἐπειδὴ ἀχαρακτήριστόν ἐστιν, διὰ τοῦτο οὐ κλίνεται· οὐδέποτε γὰρ εὑρίσκεται ὄνομα οὔτε ἀρσενικὸν οὔτε θηλυκὸν οὔτε οὐδέτερον εἰς ˉεˉιˉν λῆγον· τὸ γὰρ ὑλήειν καὶ ὀφρυόειν ἀπὸ τοῦ ὑλῆεν καὶ ὀφρυόεν γεγόνασι κατὰ πλεονασμὸν τοῦ ˉι. Καὶ πολλάκις ἄρ θρον ἔχει συναρτώμενον, οἷον τὸ ἀναγινώσκειν ὠφέλιμόν ἐστιν. Καλῶς οὖν προσέθηκε τὸ πολλάκις, οὐδὲ γὰρ πάντοτε ἔχει συναρτώμενον ἄρθρον· οὐδὲ γὰρ λέγομεν θέλω τὸ ἀναγινώσκειν, οὐδὲ βούλομαι τὸ τρώγειν, ἀλλὰ χωρὶς τοῦ ἄρθρου, θέλω ἀναγινώσκειν, βούλομαι τρώγειν, προαιροῦμαι φιλοσοφεῖν. Ἀπαρέμφατα ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.Τύπτειν. Ἰστέον ὅτι ἐν τοῖς ἀπαρεμφάτοις ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· καὶ τούτων, ὡς λέγουσιν, αἰτία ἐστὶν ἡ μετοχή· ὅπου μὲν γὰρ ἡ μετοχὴ συνεζευγμένη 215 <ἐστίν>, ἐκεῖ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστίν, ὡς ἐπὶ ἐνεστῶ τος καὶ παρατατικοῦ, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου· ἐπὶ τούτων γὰρ ἐπειδὴ ἡ μετοχὴ συνεζευγμένη ἐστίν, τούτου χάριν καὶ τὸ ἀπαρέμ φατον συνεζευγμένον ἐστίν· ἐφ' ὧν δέ ἐστι διακεχωρισμένη ἡ μετοχή, ἐκεῖ καὶ τὸ ἀπαρέμφατον διακεχωρισμένον ἐστίν, ὡς ἐπὶ τοῦ πρώτου ἀορίστου καὶ τοῦ πρώτου μέλλοντος· ἐν τούτοις γὰρ ἐπειδὴ διάφορός ἐστιν ἡ μετοχή, τούτου χάριν διάφορόν ἐστι καὶ τὸ ἀπαρέμφατον. Ἡ δὲ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος μετοχὴ τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπῶν· ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευ τέρου