τοῦ ˉς τὸ τρίτον γένηται, τέτυφε γὰρ καὶ ἔτυψε διὰ τοῦ ˉε ἐστὶ τὸ τρίτον, λέγομεν ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων, τῶν ἐχόν των δηλονότι εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, ἡ παρα λήγουσα τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων, οἷον ἐτύπτετε ἔτυπτες, ἐλάβετε ἔλαβες, ἐτετύφειτε ἐτετύφεις, ἐποιεῖτε ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐχρυσοῦτε ἐχρύσους· δηλονότι χωρὶς τῶν εἰς ˉμˉι, ἐτίθετε γὰρ διὰ τοῦ ˉε καὶ ἐτίθης διὰ τοῦ ˉη, καὶ ἵστατε διὰ τοῦ ˉα καὶ ἵστης διὰ τοῦ ˉη, καὶ ἐδίδοτε διὰ τοῦ ˉο καὶ ἐδίδως διὰ τοῦ ˉω, καὶ ἐζεύγνυτε διὰ συνεσταλμένου τοῦ ˉυ καὶ ἐζεύγνυς διὰ ἐκτεταμένου τοῦ ˉυ. Πρόσκειται ἐπὶ τῶν παρῳχημένων διὰ τὸ τύπτετε τύπτεις· ἐνταῦθα γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευτέρου προσώ που τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ˉε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν ἡ ˉεˉι δί φθογγος· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι παρῳχημένου χρό νου, ἀλλ' ἐνεστῶτος. Πρόσκειται ἐπὶ τῶν ἐχόντων δηλονότι εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν διὰ τὸ ἐτύπτεσθε ἐτύπτεσο· ἐνταῦθα γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευ τέρου προσώπου τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου προσ 83 ώπου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ˉε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνι κῶν τὸ ˉο· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν εἰς ˉτˉε τὸ δεύτε ρον τῶν πληθυντικῶν. Εἰ ἄρα οὖν τετύφατε καὶ ἐτύψατε διὰ τοῦ ˉα φαμέν, δηλονότι καὶ τέτυφας καὶ ἔτυψας διὰ τοῦ ˉα δεῖ λέγειν. Εἰ δέ τις εἴποι, διατί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ ˉα φαμέν, καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ˉε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ˉε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ ˉα ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰς ˉμˉεˉν πλη θυντικὰ τροπῇ τοῦ ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον ποιοῦσι, καὶ φυλάττουσι τὴν παραλήγουσαν ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς, οἷον ἐτίθεμεν ἐτίθετε, τιθείς γάρ, ἐδίδομεν ἐδίδοτε, διδούς γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείς γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώς γάρ, ἐτύψαμεν ἐτύψατε, τύψας γάρ. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι εὑρίσκεται χρῆσις τῆς διὰ τοῦ ˉε γραφῆς, ὡς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν,<Acharn. 133> ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε, ἀντὶ τοῦ κεχήνατε. Τέτυφε. Ἐνταῦθα τὸ τρίτον πρόσωπον τοῦ παρακειμένου κανο νίζει, καὶ λέγει ὅτι ἔδει τῷ κοινῷ λόγῳ τὸ δεύτερον πρόσωπον κατὰ ἀποβολὴν τοῦ ˉς τὸ τρίτον ποιεῖν· ἐμάθομεν γάρ, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε, ἐβόας ἐβόα, ἐποίεις ἐποίει, ἐχρύσους ἐχρύσου, ἔλεγες ἔλεγε· οὕτως οὖν καὶ ἀπὸ τοῦ τέτυφας καὶ ἔτυψας ἔδει τὸ τρίτον πρόσωπον κατὰ ἀποβολὴν τοῦ ˉς γενέσθαι τέτυφα ἐκεῖνος καὶ ἔτυψα ἐκεῖνος διὰ τοῦ ˉα· ἀλλ' ἐπειδὴ οὐδέποτε τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά λεκτον, οἷον ἔτυπτον ἔτυπτεν, ἐποίουν ἐποίει, ἐβόων ἐβόα, ἐχρύσουν ἐχρύσου, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς τὸ ˉε, καὶ γέγονε τέτυφε καὶ ἔτυψε τὸ τρίτον διὰ τοῦ ˉε· εἰ γὰρ ἐγένετο τέτυφα ἐκεῖνος καὶ ἔτυψα ἐκεῖνος διὰ τοῦ ˉα, ἤμελλε τῷ πρώτῳ προσώπῳ ὁμο φωνεῖν, φημὶ δὴ τῷ τέτυφα ἐγώ καὶ ἔτυψα ἐγώ, κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γάρ εἰσι μιᾶς διαλέκτου, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν, ὡς εἴρηται, καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς τὸ ˉε κατὰ τὸ τρίτον πρόσωπον. Πρόσκειται κατὰ τὸν αὐτὸν ἀριθμόν διὰ τὸ ἔλα βον ἐγώ καὶ ἔλαβον ἐκεῖνοι· ἐνταῦθα γὰρ τὸ τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ, ἀλλ' οὐ κατὰ τὸν αὐτὸν ἀριθμόν· τὸ μὲν γὰρ ἔλα βον ἐγώ πρῶτον ἑνικόν ἐστιν, τὸ δὲ ἔλαβον ἐκεῖνοι τρίτον πληθυντι 84 κόν ἐστιν· κατὰ τὴν αὐτὴν δὲ διάλεκτον πρόσκειται διὰ τὸ ἐτετύφειν ἐγώ καὶ