πάλιν τὸ ˉι καὶ ˉυ τῷ ˉε προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, τουτέστι τὴν ˉεˉι καὶ τὴν ˉεˉυ· καὶ πάλιν τὸ ˉι καὶ ˉυ προσερχόμενα τῷ ˉη δύο ἀποτελοῦσι διφθόγγους, τήν τε ˉῃ, οἷον τῇ καλῇ, καὶ τὴν ˉηˉυ, οἷον ηὔλουν· καὶ πάλιν τὸ ˉι καὶ ˉυ τῷ ˉο προσ ερχόμενα δύο ἀποτελοῦσι διφθόγγους, τήν τε ˉοˉι καὶ τὴν ˉοˉυ· καὶ πάλιν τὸ ˉι καὶ ˉυ τῷ ˉω προσερχόμενα ἀποτελοῦσι δύο διφθόγγους, τήν τε ˉῳ καὶ τὴν ˉωˉυˉ, οἷον τῷ καλῷ καὶ ωὐτός, <Ε 396>εὖτέ μιν ωὐτὸς ἀνήρ, ἀντὶ τοῦ ὁ αὐτός· ἰδοὺ οὖν ἐκ τῶν πέντε προτακτικῶν φωνηέντων καὶ τῶν δύο ὑποτακτικῶν δέκα ἀπετελέσθησαν δίφθογγοι, καὶ τὰ δύο δὲ ὑποτακτικὰ συμπλεκόμενα ἀλλήλοις τὴν ˉυˉι δίφθογγον ἀποτελοῦσιν, οἷον υἱός, καὶ λοιπὸν εὑρίσκονται ιαʹ δίφθογγοι. ∆ίφθογγοι δὲ λέγον ται διὰ τὸ ἑκάστην αὐτῶν ἔχειν δύο φωνήεντα· φθόγγους γὰρ λέγομεν ἐνταῦθα τὰ φωνήεντα, κἂν ἐκφωνῶνται κἂν μὴ ἐκφωνῶνται, ὥστε οὖν, κἂν ἔχῃ τὸ ˉι ἐκφωνούμενον κἂν ἔχῃ αὐτὸ ἀνεκφώνητον, δίφθογγος καλεῖται παρὰ τὸ ἔχειν, ὡς εἴρηται, δύο φωνήεντα· οὐδὲ γὰρ ἡνίκα τὸ ˉι ἀνεκφώνητόν ἐστιν, ἀπώλεσε τὸ εἶναι φωνῆεν καὶ ἐγένετο σύμ φωνον, ἀλλὰ καὶ τότε φωνῆέν ἐστιν, ἀλλὰ διὰ τὸ μέγεθος τῶν μακρῶν φωνηέντων ἀνεκφώνητόν ἐστιν, οἷον τῷ σοφῷ, τῇ Μούσῃ, τῷ κοχλίᾳ. Ἰστέον δὲ ὅτι τὴν ˉαˉι δίφθογγον τὴν ἔχουσαν τὸ ˉι ἐκφωνούμενον, οἷον οἱ κοχλίαι, καὶ τὴν ˉᾳ δίφθογγον τὴν ἔχουσαν τὸ ˉι ἀνεκφώνητον, οἷον τῷ κοχλίᾳ, μίαν λέγομεν εἶναι δίφθογγον καὶ οὐ δύο, ἐπειδὴ τὰ αὐτὰ φωνήεντα ἔχουσι, καὶ οὐδεμίαν ἔχουσι διαλλαγὴν πρὸς τὰ φωνήεντα, ἀλλὰ περὶ μόνον τὸν χρόνον τοῦ ˉα· καὶ γὰρ ἡνίκα μὲν τὸ ˉα βραχύ ἐστι, τότε ἐκφωνεῖται τὸ ˉι, οἷον οἱ κοχλίαι, ἡνίκα δὲ τὸ ˉα μακρόν ἐστι, τότε ἀνεκφώνητόν ἐστιν, οἷον τῷ κοχλίᾳ· ὡς οὖν εἴρηται, ιαʹ εἰσὶν δίφθογγοι. Ἰστέον τοίνυν ὅτι τούτων τῶν ιαʹ διφθόγγων αὗται μὲν μόναι αἱ τρεῖς τρέπονται κατὰ τοὺς παρῳχημένους· καὶ ἡ μὲν ˉαˉι δίφθογγος τρέπει τὸ ˉα εἰς ˉη, οἷον αἰσχύνομαι ᾐσχυνόμην, αἰκίζομαι ᾐκιζόμην, αἰτῶ ᾔτουν· ἡ δὲ ˉαˉυ δίφθογγος τρέπει καὶ αὐτὴ τὸ ˉα εἰς ˉη, οἷον αὐλῶν ηὔλουν, αὔξω ηὖξον, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομό λουν, αὐδῶ ηὔδων, <Α 92> καὶ ηὔδα μάντις ἀμύμων· καὶ ἡ ˉοˉι δίφθογγος τρέπει τὸ ˉο εἰς ˉω, οἷον οἴχομαι ᾠχόμην, οἴγω ᾦγον, οἰκῶ 50 ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν, οἰνοχοῶ ᾠνοχόουν καὶ ἐν πλεονασμῷ τοῦ ˉε ἐωνοχόουν, ἐξ οὗ γίνεται τὸ τρίτον πρόσωπον παρὰ τῷ ποιητῇ <∆ 2> μετὰ δέ σφισι πότνια Ἥβη Νέκταρ ἐῳνοχόει. ∆ιὰ τοῦτο <ἐν> τοῖς ἀπὸ τῆς ˉοˉι διφθόγγου ἀρχομένοις σημειούμεθά τινα μὴ τρέψαντα τὸ ˉο εἰς τὸ ˉω κατὰ τοὺς παρωχημένους· ἔστι δὲ ταῦτα, οἷον <οἰῶ> οἰώθη, ἔστι δὲ τὸ ἐμονώθη, <Λ 401> οἰώθη δ' Ὀδυσεύς, <Ζ 1> Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· οἰμῶ οἴμησε, <Χ 308> οἴμησεν δὲ ἀλείς, σημαίνει δὲ οἴμησε τὸ ὥρμησεν, οἶμος γὰρ ἡ ὁδός, τὸ δὲ ἀλείς τὸ συσταλείς· οἰνῶ οἴνουν <π 292. τ 11>, μή πως οἰνωθέντες, τουτέστι μεθυσθέντες, καὶ ἐκ τούτου παράγω γον οἰνίζω οἴνιζον, <Η 472> ἔκ τ' ἄρα οἰνίζοντο, τουτέστιν οἶνον ἐλάμβανον· ἔστι δὲ καὶ τὸ οἰστρῶ οἴστρησεν, οἴστρησε δέ ἐστι τὸ ἐρωτικῶς ἐμάνη· ἔστι δὲ καὶ τὸ οἰωνίζομαι οἰωνιζόμην, καὶ τὰ παρὰ τὸ οἰωνός, οἷον οἰωνοσκοπῶ οἰωνοσκόπουν, <οἰωνοπολῶ> οἰωνοπόλουν· ἔστι δὲ καὶ τὸ οἰακίζω οἰάκιζον οἰακιζόμην (σημαίνει δὲ τὸ κρατεῖν τὸν οἴακα) καὶ <τὰ> παρὰ τὸ οἴαξ, οἷον οἰακονομῶ οἰακονόμουν, οἰακοστροφῶ οἰακοστρόφουν. Τινὲς δὲ προστιθέασι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκούρουν καὶ τὸ οἰμώζω οἴμωζον· <κατ' ἄλλους δὲ> ᾠκού ρουν καὶ ᾤμωζον δεῖ λέγειν, καὶ παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις <932> ἰδὼν δ' ὁ παῖς ᾤμωξε, καὶ παρὰ τῷ ποιητῇ <Ο 397> ᾤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ. Ταῦτα δέ, φημὶ δὴ τὰ μὴ τρέποντα τὸ ˉο εἰς τὸ ˉω κατὰ τὸν παρῳχημένον, ἢ δι' εὐφωνίαν, ὥς φασί τινες, οὐκ ἔτρεψαν τὸ ˉο εἰς τὸ ˉω, ἢ Ἰωνικῷ ἔθει· οἱ γὰρ Ἴωνες πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐν εστῶσιν, ἤ, ὅπερ κάλλιόν ἐστιν εἰπεῖν, ταῖς ἰδίαις μετοχαῖς, οἷον τύπτω ἔτυπτον, <Φ > τύπτε δ' ἐπιστροφάδην, ἀντὶ τοῦ ἔτυπτε, καὶ πάλιν ἄγω ἦγον, ἄγεν δέ