τοῦ διχρόνου εἰς ἑαυτὸ μεγεθυνθέντος, τουτέστι φύσει μακροῦ γενομένου Αἱ μέντοι ἀπὸ περισπωμένων μετοχαί, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ τοῦ ἀρσενικοῦ φύσει μακρᾷ παραλήγονται, οὐδὲν προσ λαμβάνουσιν ἐν τῷ θηλυκῷ, οἷον ποιοῦντος ποιοῦσα, γελῶντος γελῶσα, χρυσοῦντος χρυσοῦσα· ἀμέλει καὶ ἐν τῇ ἐντελείᾳ, οὐ παρα λήγουσαι φύσει μακρᾷ, προσλαμβάνουσι κατὰ τὸ θηλυκὸν χρόνον, οἷον ποιέοντος ποιέουσα, γελάοντος γελάουσα, χρυσόοντος χρυσόουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉα λήγουσαι θηλυκαὶ μετοχαὶ φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσα λέγουσα γράφουσα τυφθεῖσα δα ρεῖσα νυγεῖσα τύψασα γράψασα λέξασα ἱστᾶσα κιχρᾶσα ζευγνῦσα ὀμνῦσα πηγνῦσα ποιοῦσα βοῶσα χρυσοῦσα· χωρὶς τῶν κατὰ διάλεκτον· ἔστι γὰρ ἑκοῦσα μετοχὴ καὶ γίνεται παρὰ τοῖς Αἰολεῦσιν ἑκάσσα, καὶ ἰδοὺ θέσει μακρᾷ παραλήγεται· πρόσκειται δέ αἱ εἰς ˉα λήγουσαι διὰ τὸ τυπτο μένη καὶ τυψαμένη· ἐπὶ τούτων γὰρ οὐκ ἔστι μακρὰ ἡ παραλήγουσα, ἀλλ' οὐ λήγουσιν αὗται αἱ μετοχαὶ εἰς ˉα, ἀλλ' εἰς ˉη. Τύπτον. Ἰστέον ὅτι πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ ˉνˉτ κλινομένη ἀποβολῇ τῆς ˉτˉοˉς τὸ οὐδέτερον ποιεῖ, οἷον τύπτοντος τύπτον, λέγοντος λέγον, ποιοῦντος ποιοῦν, βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, τύψαν τος τύψαν, τύψοντος τύψον, τυποῦντος τυποῦν, δαρέντος δαρέν, τιθέν τος τιθέν, ἱστάντος ἱστάν, ζευγνύντος ζευγνύν, διδόντος διδόν. Ἰστέον δὲ ὅτι ἡ οὐδετέρα μετοχὴ ὁμοίως τῇ ἀρσενικῇ μετοχῇ κλίνεται· ἐμά θομεν γὰρ ἐν τοῖς οὐδετέροις ὀνόμασιν, ὅτι πᾶν οὐδέτερον ἀπὸ ἀρσε νικοῦ παρεσχηματισμένον ὁμοίως τῷ ἀρσενικῷ κλίνεται, οἷον ὁ σοφός τοῦ σοφοῦ τὸ σοφόν τοῦ σοφοῦ, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τὸ ἀλλό τριον τοῦ ἀλλοτρίου, ὁ σώφρων τοῦ σώφρονος τὸ σῶφρον τοῦ σώ φρονος, ὁ ἄρσην τοῦ ἄρσενος τὸ ἄρσεν τοῦ ἄρσενος· οὕτως οὖν καὶ ὁ τύπτων τοῦ τύπτοντος καὶ τὸ τύπτον τοῦ τύπτοντος, ὁ τύψων τοῦ τύψοντος καὶ τὸ τύψον τοῦ τύψοντος. 307 Παρακειμένου καὶ ὑπερσυντελίκου.Τετυφώς. Κανονίζει ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ συντελίκου τοῦτον τὸν τρόπον· ὁ ἐνεργητικός τε καὶ μέσος παρα κείμενος τρέποντες τὸ ˉα εἰς ˉωˉς, μετ' ὀξείας τάσεως δηλονότι, τὴν μετοχὴν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν ὑπερσυντελίκων, οἷον τέτυφα τετυφώς, τέτυπα τετυπώς, πεποίηκα πεποιηκώς, <πέποιθα πεποιθώς>, δέδουπα δεδουπώς. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερ συντελίκου εἰς ˉωˉς λήγει, οἷον τετυφώς τετυπώς· οὔτε γὰρ ὁ παρα κείμενος ἔχει τὸ ˉω, τέτυφα γάρ ἐστι καὶ τέτυπα διὰ τοῦ ˉα, ἀλλ' οὔτε δὲ ὁ ὑπερσυντέλικός ἐστι διὰ τοῦ ˉω, ἐτετύφειν γάρ <ἐστι> καὶ ἐτετύπειν διὰ τῆς ˉεˉι διφθόγγου. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀνάγκην ἔχει ἡ μετοχὴ τῶν δύο χρόνων τούτων, φημὶ δὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, συνεζευγμένη εἶναι, ἐπειδὴ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστὶ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τούτων οὕτως ἐχόντων, εἰ ἐγένετο ἀπὸ τοῦ παρακειμένου ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἤμελλε τετυφάς εἶναι διὰ τοῦ ˉα, τέτυφα γὰρ διὰ τοῦ ˉα ἐστὶν ὁ παρα κείμενος, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ ὑπερσυντελίκου, ὁ γὰρ ὑπερσυντέλικος τὴν ˉεˉι δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν· εἰ δὲ πάλιν ἀπὸ τοῦ ὑπερσυντελίκου ἐγένετο ἡ μετοχή, τετυφείς ἤμελλεν εἶναι ὀξυτόνως διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ καὶ ὁ ὑπερσυντέλικος τὴν ˉεˉι δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ παρακειμένου, ὁ γὰρ παρακείμενος εἰς ˉα λήγει, τέτυφα γάρ ἐστιν· τούτου οὖν χάριν ἀπὸ <τοῦ ὑποτακτικοῦ> τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τοῦ ἐὰν τετύφω ἐγένετο ἡ μετοχὴ προσθέσει τοῦ ˉς τετυφώς· οὐδὲν γὰρ ἄλλο εἰσὶ τὰ ὑποτακτικά, εἰ μὴ ὁριστικὰ τῇ φωνῇ μετὰ τοῦ προσλαμβάνειν τὸ ἐάν ἢ τὸ ὄφρα ἢ τὸ ἵνα ἢ τὸ ὅπως, οἷον τύπτω, ἐὰν τύπτω, ὄφρα τύπτω, ἵνα τύπτω, ὅπως τύπτω· ἄλλως τε δὲ καὶ τὸ ἐὰν τετύφω ἐν μιᾷ φωνῇ δηλοῖ τὸν παρακεί μενον καὶ ὑπερσυντέλικον, καὶ εἰκότως ἐξ