φυλάττεται ἡ ἄρχουσα ἀλλ' ἐξαμαυροῦται. Ἄτρεπτος οὖν τηρεῖται ἡ πρό θεσις, χωρὶς εἰ μὴ ἐν πλεονασμῷ εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην, καθεύδω ἐκάθευδον, καμμύω ἐκάμμυον, ἐνέπω ἤνεπον· ἐνταῦθα γὰρ οὐδὲν πλέον σημαίνουσιν αἱ προθέσεις· τὸ γὰρ ἕζομαι καὶ [τὸ] καθέζομαι τὸ αὐτὸ σημαίνουσι, καὶ τὸ εὕδω καὶ καθεύδω, καὶ τὸ μύω καὶ καμμύω ἀπὸ τοῦ καταμύω κατὰ συγκοπὴν τοῦ ˉα καὶ τροπὴν τοῦ ˉτ εἰς ˉμ, καὶ τὸ ἔπω <καὶ ἐνέπω>· ἔξωθεν δὲ ἐποιήσαντο τὴν κλίσιν τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον ἤνεπον, ὡς σχεδὸν ἁπλῶν οὐσῶν τῶν λέξεων, ὥσπερ τύπτω ἔτυπτον. Ἰστέον δὲ ὅτι εἰσὶ προθέσεις προσερχόμεναι πολλάκις λέξεσιν οὐχ ὡς προθέσεις, οὐδὲ σημασίαν ἔχουσαι λέξεως, ἀλλὰ συλλαβῆς μοῖραν ἔχουσαι, οἷόν ἐστιν ἀντίβιος καὶ γίνεται ἐναντίβιος, καὶ ἀλίγκιος καὶ γίνεται ἐναλίγκιος, καὶ ἀντίος καὶ γίνεται ἐναντίος, καὶ οὐδὲν πλέον σημαίνουσιν ἐνταῦθα αἱ προθέσεις· τὸ γὰρ ἀντίβιος καὶ ἐναντίβιος τὸ αὐτὸ σημαίνουσιν, καὶ τὸ ἀλίγκιος καὶ ἐναλίγκιος, καὶ τὸ ἀντίος καὶ ἐναντίος· ὅθεν καὶ <ὡς> ἁπλῶν οὐσῶν τῶν λέξεων ἐποίησαν τὸ γένος. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ˉοˉς σύνθετα μὴ ὄντα κύρια κοινά εἰσι τῷ γένει, οἷον ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ φιλάγαθος καὶ ἡ φιλάγαθος, ὁ πάνσοφος καὶ ἡ πάνσοφος, ὁ φιλάνθρωπος καὶ ἡ φιλάνθρωπος, ὁ πρόεδρος καὶ ἡ πρόεδρος, ὁ ἄκακος καὶ ἡ ἄκακος, ὁ παγκάκιστος καὶ ἡ παγκάκιστος· τὸ γὰρ παγκακίστη Ἀττικόν ἐστιν· οἱ γὰρ Ἀθηναῖοι ἐπὶ μὲν τῶν εἰς ˉοˉς ἁπλῶν εἰώθασι τὸ θηλυκὸν ὁμόφω νον ποιεῖν τῷ ἀρσενικῷ, <οἷον> ὁ σοφός καὶ ἡ σοφός, ὁ κλυτός καὶ ἡ κλυτός,e 422> κλυτὸς Ἀμφιτρίτη, <β 742> κλυτὸς Ἱπποδάμεια, ἐπὶ δὲ τῶν εἰς ˉοˉς συνθέτων εἰς ˉη εἰώθασι ποιεῖν τὸ θηλυκόν, οἷον ὁ ἀθάνατος ἡ ἀθανάτη, ὁ ἀρίζηλος ἡ ἀριζήλη· εἰ οὖν τὸ ἐναντίος καὶ ἐναλίγκιος καὶ ἐναντίβιος οὐκ εἰσὶ κοινὰ τῷ γένει, ἡ ἐναντία γὰρ καὶ ἡ ἐναλιγκία καὶ ἡ ἐναντιβία τὸ θηλυκόν, δηλονότι ὡς ἁπλᾶ ὄντα ἐποίησαν τὸ θηλυκὸν εἰς ˉα, ὥσπερ ὁ Βυζάντιος καὶ ἡ Βυζαντία, ὁ Ῥωμαῖος καὶ ἡ Ῥωμαία, ὁ μέτριος καὶ ἡ μετρία· ἄρα οὖν οὐδὲν πλέον σημαίνουσιν ἐπὶ τούτων αἱ προθέσεις. Πρόσκειται μὴ ὄντα κύρια διὰ τὸ Ἀρίσταρχος καὶ Μένανδρος· ταῦτα γὰρ σύνθετα ὄντα οὐκ εἰσὶ κοινὰ τῷ γένει. ∆εῖ δὲ γινώσκειν, ὅτι εἰσί τινα σύνθετα ἀπὸ τῆς οὔ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως, ἅτινα οὐκ εἰσὶ κοινὰ τῷ γένει ἀλλ' εἰς ˉη ἔχουσι τὸ θηλυκόν, οἷον μηδαμινός μηδαμινή, οὐτι 55 δανός οὐτιδανή. Ταῦτα δὲ δυνάμεθα παρασύνθετα λέγειν, ὅτι παρὰ σύνθετά εἰσιν· καὶ τὸ μηδαμινός ἀπὸ τοῦ μηδαμός ὀνόματος γέγονεν, ἐξ οὗ τὸ μηδαμῶς ἐπίρρημα, συγκειμένου ἀπὸ τῆς μή ἀπαγορεύσεως καὶ τοῦ δαμός τοῦ ἰσοδυναμοῦντος τῷ τίς· τὸ δὲ οὐτιδανός ἀπὸ τοῦ οὔτις, τοῦ συγκειμένου ἀπὸ τῆς οὔ ἀποφάσεως καὶ τοῦ τίς, οὐτιανός καὶ οὐτιδανός, καὶ λοιπὸν ὡς παρασύνθετα οὐκ ἠκολούθησαν τῷ κανόνι τούτῳ. Ὁ γὰρ κανὼν οὗτος ἐπὶ τῶν συνθέτων ἐστίν· τὰ γὰρ παρα σύνθετα οὐκ εἰσὶ κοινὰ τῷ γένει, ἀλλ' ὁμοίως τοῖς ἁπλοῖς γίνονται, οἷον φιλοσοφώτερος φιλοσοφωτέρα, τολμηρότερος τολμηροτέρα, καὶ πάλιν ἑνδέκατος ἑνδεκάτη, ὥσπερ σοφός σοφή, καλός καλή. Ταῦτα μὲν ἐν τούτοις. Ὅτι δὲ ἐπὶ τοῦ ἐναντίος οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, καὶ ἐξ ἄλλου κανόνος δείκνυται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ˉοˉς πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον καὶ προπαροξύνονται, οἷον ἀγκύλος μεσάγκυλος, ποικίλος πολυποίκιλος, φίλος ἄφιλος, οἶκος ἄοικος, δοῦλος σύνδουλος, Ῥωμαῖος φιλορώ μαιος, Ἀθηναῖος φιλαθήναιος, πλησίος παραπλήσιος, ἀρχαῖος ἰσάρχαιος· τὸ γὰρ ἱπποβουκόλος οὐκ ἔστιν ἀπὸ τοῦ βουκόλος ἀλλ' ἀπὸ τοῦ βου κολῶ, καὶ τὸ κορυθαιόλος οὐκ ἔστιν ἀπὸ τοῦ αἰόλος ἀλλ' ἀπὸ τοῦ αἰολῶ τουτέστι κινῶ· εἰ ἄρα οὖν τὸ ἀντίος ἐν τῷ ἐναντίος τὸν αὐτὸν τόνον ἐφύλαξε καὶ οὐκ ἀνεβίβασε τὸν τόνον, δηλονότι οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, ὥστε μηδὲ παρέχειν ἔμφασιν, ὅτι σύνθετός ἐστιν ἡ λέξις. Οὕτως οὖν ἐπειδὴ ἐν τῷ καθέζομαι καθεύδω καμμύω καὶ ἐνέπω οὐδὲν πλέον σημαίνει ἡ πρόθεσις, τούτου χάριν τὴν τῶν ἁπλῶν κλίσιν ἐφύλαξαν καὶ ἔξωθεν ἐκλίθησαν, οἷον ἐκαθεζόμην ἐκάθευδον