ἱματίου διπλουμένου εἰς ἑαυτό· τὰ γὰρ ἐκ διαφόρων συγκείμενα οὐ λέγονται διπλᾶ, ἀλλὰ σύν θετα· σύνθετα δὲ τὰ στοιχεῖα οὐ δυνάμεθα λέγειν, στοιχεῖον γάρ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ὥστε οὖν οὐδὲ τὸ ˉζ ἐκ τοῦ ˉς καὶ ˉδ σύγκειται, οὐδὲ τὸ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς, οὐδὲ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς. Ἡ δὲ καταναγκαστικὴ ἀπολογία ἐστὶ τοιαύτη· τὰ χαρακτηρι στικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται εἶναι καὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος, οἷον τὸ ˉρ χαρακτηριστικόν ἐστι βαρυτόνου ἐν εστῶτος, ὡς ἐπὶ τοῦ κείρω, καὶ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, οἷον κερῶ· εἰ ἄρα οὖν τὸ ˉζ χαρακτηρι στικόν ἐστι βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ ἁρπάζω στηρίζω, δηλον ότι οὐ δύναται εἶναι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· ἀλλ' οὔτε δὲ περισπωμένου, ἐπειδὴ ὁ περισπώμενος μέλλων βραχείᾳ θέλει παρα λήγεσθαι, χωρὶς τῶν ∆ωρικῶν, οἷον κερῶ φθερῶ τιλῶ ῥανῶ· πρόσκει 68 ται χωρὶς τῶν ∆ωρικῶν, ἐπειδὴ οἱ ∆ωριεῖς τὸν ποιήσω μέλλοντα παραληγόμενον μακρᾷ περισπῶσι ποιησῶ λέγοντες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ ∆ωριεῖς, οἷον γραψῶ τυψῶ. Τού του οὖν χάριν ἡ τρίτη συζυγία τῶν βαρυτόνων οὐκ ἔχει τὸν μέλλοντα διὰ τοῦ ˉζ ἐκφερόμενον. Ὅτε δὲ δι' ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι' αὐτοῦ καὶ τοῦ ˉκ, κερῶ κέκαρκα, τιλῶ τέτιλκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Λέγει ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ παρακείμενος διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται καὶ τοῦ ˉκ, οἷον κερῶ κέκαρκα, σπερῶ ἔσπαρκα, φθερῶ ἔφθαρκα, τιλῶ τέτιλκα, στελῶ ἔσταλκα, χωρὶς τῶν ἐχόντων τὸ ˉν δηλονότι τρεπόντων αὐτὸ εἰς τὸ ˉγ διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ, οἷον ῥανῶ ἔρραγκα, κτενῶ ἔκταγκα, μιανῶ μεμίαγκα, μολυνῶ μεμόλυγκα· τὸ γὰρ ˉν ἐπιφερομένου τοῦ <ˉγ ἢ> ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει τρέπεται εἰς τὸ ˉγ, οἷον συγκληρονόμος ἐγκέφαλος συγγενής σύγγονος σύγχυσις συγξηρᾶναι συγξῦσαι· πρόσκειται ἐν μιᾷ λέξει διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉν εἰς ˉγ ἐπιφερο μένου τοῦ ˉγ καὶ τοῦ ˉχ· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶν ἐν μιᾷ λέξει, δύο γὰρ λέξεις εἰσίν. Πρόσκειται δέ χωρὶς τῶν ἡμαρτη μένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων, ἐπειδή ἐστι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ (ὅπερ σημαίνει τὸ οἰκοδομῶ), βρέμω βρεμῶ (ὃ ση μαίνει τὸ κτυπῶ)· καὶ ὀφείλοντα ταῦτα κατὰ τὸν παρακείμενον φυ λάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέσθαι τέταμκα νέναμκα δέδαμκα βέβραμκα, ὥσπερ κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένοντο οὕτως, ἀλλὰ τέτμηκα νενέμηκα δεδέμηκα βεβρέμηκα, τοῦ ˉη πλεονάσαντος διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ ˉμ πρὸ τοῦ ˉκ, μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον τὸ ˉρ ὑποτέτακται τῷ ˉπ κατὰ σύλληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ˉν ὑποτέτακται τῷ ˉθ κατὰ σύλληψιν ἐν τῷ θνῄσκω, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ˉλ ὑποτέτακται τῷ ˉκ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ˉρ ὑποτέτακται τῷ ˉγ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ 69 αὐτοῦ ἐν τῷ ἔργον κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· εἰ ἄρα οὖν τὸ ˉμ ὑποτέτακται τῷ ˉκ κατὰ σύλληψιν, ὡς ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγήσα σθαι αὐτοῦ. Ἀλλ' οὔτε δὲ ἐν διαστάσει δύναται προηγεῖσθαι αὐτοῦ, φημὶ δὴ τὸ ˉμ τοῦ ˉκ, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ ˉμ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ ˉβ ἢ ἀπὸ τοῦ ˉπ ἢ ἀπὸ τοῦ ˉφ ἢ ἀπὸ τοῦ ˉψ ἢ ἀπὸ τοῦ ˉμ, οἷον σύμβουλος σύμπονος σύμφωνος σύμ ψηφος συμμέτοχος. Τούτοις οὖν ἐξηκολούθησε καὶ τὸ μεμένηκα· ἔστι γὰρ μένω μενῶ, <καὶ> ὁ παρακείμενος ὤφειλεν εἶναι μέμαγκα, ὥσπερ κτενῶ ἔκταγκα, γέγονε δὲ μεμένηκα