Ἀττικά, κατὰ ἔκτασιν γὰρ Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γεγόνασιν· τὸ δὲ ἤθελον οὐ γέγονε κατ' ἔκτασιν, ἀλλὰ δύο ἐνε στῶτές εἰσιν, ὁ θέλω καὶ ὁ ἐθέλω· <καὶ ἀπὸ μὲν τοῦ θέλω> γίνεται ἔθελον διὰ τοῦ ˉε, ὥσπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω ἤθελον διὰ τοῦ ˉη, ὥσπερ ἐλέγχω ἤλεγχον. ∆εῖ προσθεῖναι χωρὶς τῶν Ἰωνι κῶν καὶ τῶν ποιητικῶν· ἀπὸ γὰρ τοῦ τύπτω γίνεται τὸ τρίτον πρό σωπον τοῦ παρατατικοῦ τύπτε, τύπτε δ' ἐπιστροφάδην παρὰ τῷ ποιητῇ <Φ >, καὶ τύπτεσκεν ἰωνικῶς ἀντὶ τοῦ ἔτυπτεν· οἱ γὰρ Ἴωνες καὶ οἱ ποιηταὶ πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, εἴτε ἀπὸ συμφώνου εἴτε ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, οἷον τύπτω ἔτυπτον καὶ <Φ > τύπτε δ' ἐπιστροφά δην ποιητικῶς, καὶ ἰωνικῶς τύπτεσκεν, ἀντὶ τοῦ ἔτυπτεν, καὶ πάλιν ἄγω ἦγον, <καὶ> ἄγεν δέ ἑ μοῖρα βαρεῖα ποιητικῶς καὶ ἄγεσκεν ἰωνικῶς ἀντὶ τοῦ ἦγε, καὶ πάλιν ἅπτομαι ἡπτόμην καὶ ἡψάμην καὶ <Ψ 666> ἅψατο δ' ἡμιόνων ποιητικῶς ἢ ἰωνικῶς ἀντὶ τοῦ ἥψατο. ∆εῖ προσ θεῖναι χωρὶς τοῦ εἴπεσκε· τοῦτο γὰρ τὴν τῆς μετοχῆς ἄρχουσαν ἐφύ λαξε τῆς εἰπών εἰπόντος, οὐ μὴν τοῦ ἐνεστῶτος, ἔπω γὰρ ὁ ἐνεστώς, ἐξ οὗ τὸ ἔννεπε ἐστίν. Ἔτι δεῖ προσθεῖναι ἐν τῷ λόγῳ τῷ λέγοντι, ὅτι ἐὰν ἀπὸ συμφώνου ἄρχηται ὁ ἐνεστώς, συλλαβικῶς μεγεθύνεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, τουτέστι προσόδῳ τοῦ ˉε αὔξεται, καὶ χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων, οἷον καταγράφω κατέγραφον, κατα λέγω κατέλεγον, περιπατῶ περιεπάτουν· οὐδὲ γὰρ ταῦτα προσέλαβον τὸ ˉε κατὰ τὴν ἄρχουσαν, οὐδὲ γὰρ λέγομεν ἐκατάγραφον ἢ ἐκατάλεγον ἢ ἐπεριπάτουν, ἀλλ' ἔνδοθε τῆς προθέσεως ἔχουσι τὸ ˉε· ἔτι δεῖ προσθεῖ ναι καὶ χωρὶς τοῦ δυσαρεστῶ καὶ τοῦ δυσαπιστῶ· ταῦτα γὰρ οὐ προσλαμβάνουσι τὸ ˉε κατὰ τὴν ἀρχήν, οὐδὲ γὰρ λέγομεν ἐδυσαρέστουν καὶ ἐδυσαπίστουν, ἀλλὰ δυσηρέστουν καὶ δυσηπίστουν, τουτέστιν ηὔξησαν χρονικῶς τὴν μετὰ τὴν ˉδˉυˉς συλλαβήν, τουτέστι τὴν ἐπιοῦσαν ἀρκτικὴν συλλαβὴν τοῦ ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν ἀπὸ τοῦ ˉρ ἄρχηται τὸ θέμα ἤγουν ὁ ἐνεστώς, καὶ ἕτερον ˉρ προσλαμβάνει ὁ παρατατικός, οἷον ῥάπτω ἔρραπτον, ῥαπίζω ἐρράπιζον, ῥέω ἔρρεον· ἡ δὲ αἰτία ἐστὶν αὕτη· ἰστέον ὅτι τὸ ˉρ ἐνο 41 μίσθη φωνῆεν εἶναι ἐκ τοιούτων κανόνων· τὸ ˉρ μόνον ἐκ πάντων τῶν συμφώνων δέχεται καὶ δασεῖαν, οἷον ῥαπίζω ῥάπτω, δέχεται <δὲ> καὶ ψιλήν, οἷον μέῤος φέῤω, ὥσπερ καὶ τὰ φωνήεντα· καὶ διὰ τοῦτο ἐπε νοήθη φωνῆεν εἶναι· μόνα γὰρ τὰ φωνήεντα δέχονται δασεῖαν καὶ ψιλήν, ψιλὴν μέν, οἷον ἀκούω ἐλεῶ, δασεῖαν δέ, οἷον εὗρον ὕλη ὕβρις ὥσπερ γὰρ οὐ τίθεται τόνος ἐπάνω συμφώνου, ἀλλ' ἐπάνω φωνήεντος, οἷον ἄνθρωπος δῆμος καλός, τὸν αὐτὸν τρόπον οὔτε ἐπάνω συμφώνου τίθεται πνεῦμα, ἀλλ' ἐπάνω φωνήεντος· μόνον δὲ τὸ ˉρ, ὡς εἴρηται, πέφυκε καὶ δασύνεσθαι καὶ ψιλοῦσθαι, καὶ διὰ τοῦτο, ὥσπερ εἴρηται, ὑπενοήθη φωνῆεν εἶναι. Τὰ δὲ εἰς ˉα λήγοντα θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ ˉα, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ ˉα σύμφωνον, τρέπουσι τὸ ˉα εἰς ˉη ἐν τῇ γενικῇ, οἷον Μοῦσα Μούσης, δόξα δόξης, δίψα δίψης· ἐὰν δὲ φωνῆεν ἔχωσι πρὸ τοῦ ˉα, φυλάττουσι τὸ ˉα ἐν τῇ γενικῇ, οἷον μαῖα μαίας, Ἀντιόχεια Ἀντιοχείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας· ὁμοίως δεκαὶ τὰ ἔχοντα τὸ ˉρ φυλάττουσι τὸ ˉα ἐν τῇ γενικῇ, οἷον σφαῖρα σφαί ρας, θύρα θύρας, σώτειρα σωτείρας, γενέτειρα γενετείρας, ∆ηϊάνειρα ∆ηϊανείρας· δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ˉρ ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, οὐκ ὤφειλε τὸ ˉα φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰς τὸ ˉη. Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ˉρ φωνῆεν ὑπάρχον· τὰ εἰς ˉοˉς λήγοντα ἀρσενικὰ ποιοῦντα κατ' ἰδίαν θηλυκά, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει (διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσο φος), εἰ μὲν ἔχουσι πρὸ τοῦ ˉο φωνῆεν, εἰς ˉα ποιοῦσι τὸ θηλυκόν, οἷον Βυζάντιος Βυζαντία, Ῥόδιος Ῥοδία, ἀλλότριος ἀλλοτρία, μέτριος μετρία· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ ˉο, εἰς ˉη ποιοῦσι τὸ θηλυκόν, οἷον σοφός σοφή, καλός καλή, ἀγαθός ἀγαθή· εἰ δὲ ἔχουσι πρὸ τοῦ ˉο τὸ ˉρ, εἰς ˉα ποιοῦσι τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός