μακράν καὶ αὐτοὶ γὰρ ἀπὸ συναιρέσεως ἔχουσιν αὐτήν, οἷον ἐχρύσοον ἐχρύσουν, ἐστεφάνοον ἐστεφάνουντροπῇ τοῦ ˉν εἰς τὸ ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον ἐχρύσουν ἐχρύσους, ἐστεφάνουν ἐστεφάνους, λέγομεν, ὅτι οὐδὲ ἐπὶ τούτων ἐγένετο τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, ἀλλ' ἡ συναίρεσίς ἐστιν αἰτία τοῦ καὶ ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ τὴν ˉοˉυ δίφθογγον εὑρεθῆναι· ἀπὸ γὰρ τοῦ ἐχρύσοον καὶ ἐστεφάνοον γέγονε τὸ ἐχρύσουν καὶ ἐστεφάνουν κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον, τὰ γὰρ δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον κιρνῶν ται, οἷον νόος νοῦς, πλόος πλοῦς, ῥόος ῥοῦς· καὶ πάλιν ἀπὸ τοῦ ἐχρύσοες καὶ ἐστεφάνοες ἐγένετο ἐχρύσους καὶ ἐστεφάνους κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον, οἷον τὸ ἐμόν τοὐμόν, προέστη προύστη, καὶ λοιπὸν ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ εἰς τὴν ˉοˉυ δίφθογγον γενομένης τῆς κράσεως ἐγένετο ὑπόνοια τροπῇ τοῦ ˉν εἰς τὸ ˉς γενέσθαι τὸ δεύτερον πρόσωπον. Πρόσκειται μὴ ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐτυπτόμην καὶ ἐλεγόμην καὶ τὰ ὅμοια· ταῦτα γὰρ εἰς ˉν λήγουσι μετὰ φυσικῆς μακρᾶς, καὶ ὅμως οὐ ποιοῦσι τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐτυπτόμης καὶ ἐλεγό μης ἀλλ' ἐτύπτου καὶ ἐλέγου· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ κλιτικὸν ἔχουσι τὸ ˉμ, ἤγουν ἀπὸ κλίσεως· ὁ γὰρ ἐνεστώς, τουτέστι τὸ θέμα, οὐκ ἔχει τὸ ˉμ, λέγω γὰρ καὶ τύπτω ἐστίν· τὸ δὲ ἐδάμην, ἔχον τὸ ˉμ καὶ τρέπον τὸ ˉν εἰς τὸ ˉς καὶ ποιοῦν τὸ δεύτερον πρόσωπον, οἷον ἐδάμης, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστώς. 121 Ἐτετύφει· εἴρηται. ∆υϊκά. Ἐτετύφειτον, ἐτετυφείτην. Ἰστέονὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλ λαβῆς ἔχει, ἐτετύφειμεν γάρ ἐστιν. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον ἐτε τύφειτε ἐτετύφειτον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι· ἐτετύφεισαν γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἐτετύφειτον ἐτετυφείτην. Πληθυντικά. Ἐτετύφειμεν. Εἴρηται ὁ κανὼν ἐν τῷ παρατατικῷ, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον, μὴ ἔχον τὸ ˉμ κλιτικόν, πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμ καὶ ˉε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἐτύφθην ἐτύφθημεν, ἐδάρην ἐδάρημεν, ἐποίουν ἐποιοῦμεν, ἐβόων ἐβοῶμεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἔτυπτον ἐτύπτομεν, ἔγραφον ἐγράφομεν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ ἵστην ἵσταμεν καὶ ἐδίδων ἐδίδομεν καὶ ἐζεύγνυν ἐζεύγνυ μεν, ὅτι συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, ἐν τοῖς εἰς ˉμˉι, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἐτετύφειτε. Εἴρηται, ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον ποιοῦσιν· τὴν δὲ παραλήγουσαν οὐκ ἔτρεψεν, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ˉς, τετυφώς γάρ ἐστιν ἡ μετοχή. Ἐτετύφεισαν. Κανονίζει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου τῶν αὐτῶν λέγων οὕτως· τὰ εἰς ˉμˉεˉν πληθυντικὰ ἀπὸ τῶν εἰς ˉν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς ˉσˉαˉν ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἐδάρην ἐδάρημεν ἐδάρησαν, ἔγνων ἔγνωμεν ἔγνωσαν, ἔβην ἔβημεν ἔβησαν, τυφθείην τυφθείημεν τυφθείησαν, ἐτίθην ἐτίθεμεν ἐτίθε σαν, ἵστην ἵσταμεν ἵστασαν, ἐδίδων ἐδίδομεν ἐδίδοσαν, ἐζεύγνυν ἐζεύγνυ μεν ἐζεύγνυσαν, ἐβίων ἐβίωμεν ἐβίωσαν, ἦν ἦμεν ἦσαν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν ἐτετύφεισαν, ἐπεποιήκειν ἐπεποιήκειμεν ἐπεποι ήκεισαν, ἐδεδούπειν ἐδεδούπειμεν ἐδεδούπεισαν· περὶ δὲ τοῦ <ἐκοσμή θην> ἐκοσμήθημεν ἐκοσμήθησαν καὶ τοῦ ἔβην ἔβημεν ἔβησαν καὶ τοῦ ἔφην ἔφημεν ἔφησαν, ὅτι γίνονται ποιητικῶς κόσμηθεν καὶ ἔβαν καὶ ἔφαν, οἷον <Γ 1> αὐτὰρ ἐπεὶ κόσμηθεν, καὶ <Θ 229> πῇ ἔβαν εὐχωλαί, εἰρήκαμεν ἐν τῷ