νωμῆσαι βῶν, καὶ διὰ τὸ οἶκα (ὃ σημαί νει τὸ ὁμοιῶ), οἷον οἶκας παρ' Ἀλκμᾶνιfragm. 80 B4>, ἀντὶ τοῦ ὅμοιος εἶ, καὶ διὰ τὸ ᾖα, ὃ γίνεται ἐν διαλύσει παρὰ τῷ ποιητῇ, <δ 433> ἤϊα πολλὰ θεοὺς γουνούμενος. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τῆς πρώτης καὶ δευτέρας συζυ γίας τῶν περισπωμένων σπανίως εὑρίσκεται καὶ μέσος παρακείμενος καὶ δεύτερος ἀόριστος, οἷον κτυπῶ κτυπήσω ἔκτυπα καὶ ἔκτυπον, δουπῶ δουπήσω δέδουπα καὶ ἔδουπον, μυκῶ μυκήσω μέμυκα καὶ ἔμυκον· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὔτε μέσος παρακείμενος εὑρίσκεται οὔτε δεύτερος ἀόριστος. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ μέσος παρακείμενος καὶ ὁ ἐνεργη τικὸς παρακείμενος· ἰδοὺ γὰρ τὸ γράφω καὶ ἀλείφω, καὶ ὁ μέσος παρα κείμενος γέγραφα καὶ ἤλειφα ἐστὶ διὰ τοῦ ˉφ, ἐπειδὴ ὁ ἐνεστὼς <τὸ> φ ἔχει, καὶ ὁ ἐνεργητικὸς παρακείμενος ὁμοίως γέγραφα καὶ ἤλειφα ἐστίν, ἐπειδὴ ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον γράψω ἀλείψω· ἐμάθομεν δὲ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, [καὶ] ὁ ἐνεργητι κὸς παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, <οἷον> λείψω λέλειφα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ εἰώθασί τινα ζητεῖσθαι ἐν τῷ μέσῳ παρακειμένῳ, ἔλθω μεν καὶ <δια>λάβωμεν περὶ αὐτῶν· ζητοῦσι γάρ τινες περὶ τοῦ πέφρικα, πότερον ἄρα τοῦ ἐνεργητικοῦ παρακειμένου ἢ μέσου. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, πέφριγα ὤφειλεν εἶναι διὰ τοῦ ˉγ, οἷον φρίσσω φρίξω πέφριγα, ὡς πλήσσω πλήξω πέπληγα, νύσσω νύξω 108 νένυγα, πήσσω πήξω πέπηγα· εἰ δὲ ἦν ἐνεργητικοῦ παρακειμένου, πέφριχα ὤφειλεν εἶναι διὰ τοῦ ˉχ, οἷον φρίσσω φρίξω πέφριχα, ὥσπερ πλήσσω πλήξω πέπληχα, νύσσω νύξω νένυχα. Τί οὖν ἔχομεν εἰπεῖν; καὶ λέγομεν ὅτι ἐνεργητικοῦ παρακειμένου ἐστίν, ἀπὸ γὰρ τοῦ φρίσσω φρίξω γέγονε πέφριχα διὰ τοῦ ˉχ ὁ ἐνεργητικὸς παρακείμενος, καὶ διὰ τὴν ἀλλεπαλληλίαν τῶν δασέων ἐτράπη τὸ ˉχ εἰς τὸ ˉκ, καὶ ἐγένετο πέφρικα.
Ζητοῦσι δὲ καὶ περὶ τοῦ δέδοικα· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦτο εἰ μὲν ἦν ἐνεργητικοῦ παρακειμένου, δέδεικα ὤφειλεν εἶναι διὰ τῆς ˉεˉι διφθόγγου, οἷον δείδω δείσω δέδεικα, ὥσπερ πείθω πείσω πέπεικα, εἰ δὲ ἦν μέσου παρακειμένου, δέδοιδα ὤφειλεν εἶναι διὰ τῆς ˉοˉι διφθόγ γου, δείδω γὰρ ἦν ὁ ἐνεστώς, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, πείθω πέποιθα· καὶ ὅσον μὲν ἐκ τοῦ ˉκ, ἐνεργητικοῦ παρακειμένου ἐστίνὁ γὰρ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, δείσω γάρ ἐστιν ὁ μέλλων, ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, ὁ ἐνεργητικὸς παρακείμενος διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον νήσω νένηκα, πείσω πέπεικα, ὅσον δὲ ἐκ τῆς παραληγούσης, μέσου παρακειμένου ἐστίν, τῇ γὰρ ˉοˉι διφθόγγῳ παρα λήγεται· ἡνίκα δὲ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι, τρέπεται εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα. Τί οὖν ἔχομεν εἰπεῖν; λέγομεν, ὅπερ λέγει ὁ Ἀπολλώνιος, ὅτι μέσου παρακει μένου ἐστιν· δέδοιδα γὰρ ἦν ἀπὸ τοῦ δείδω ἐνεστῶτος, καὶ διὰ τὴν <ἀλλ>επαλληλίαν τοῦ ˉδ ἐτράπη τὸ τελευταῖον ˉδ εἰς τὸ ˉκ, καὶ ἐγένετο δέδοικα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ τελευταῖον ˉδ ἐτράπη, καὶ μὴ ἢ τὸ πρῶτον ἢ τὸ δεύτερον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἔτρεψε τὸ πρῶτον ˉδ, πάντως καὶ τὸ δεύτερον ἔτρεψεν, καὶ εἰ ἔτρεψε τὸ δεύτερον, πάντως καὶ τὸ πρῶτον εἶχε τρέψαι· καὶ γὰρ οἱ ἀναδιπλασιασμοὶ ἢ διὰ τοῦ αὐτοῦ συμφώνου γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα, ἢ διὰ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον τέθυκα κεχειροτόνηκα πεφίληκα· τούτου οὖν χάριν ἵνα μὴ τραπῶσι τὰ δύο ˉδˉδ καὶ ἐκ τούτου παραφθαρῇ ἡ λέξις, οὔτε τὸ πρῶτον ˉδ ἐτράπη οὔτε τὸ δεύτερον, ἀλλὰ τὸ τελευταῖον. Ὁ δὲ Ἀλέξανδρος ὁ Κοτυαεὺς θαυμασίως αὐτὸ σχηματίζει· λέγει γὰρ ὅτι πολλὰ ῥήματα ἀπὸ τοῦ μέλλοντος παράγονται εἰς τὸν ἐνεστῶτα, καὶ τρέπουσι τὸ ˉς εἰς τὸ ˉχ ἢ εἰς τὸ ˉκ, οἷον σμῶ σμήσω σμήχω (ἐξ οὗ τὸ σμήξω), ὀλῶ ὀλέσω ὀλέκω· οὕτως οὖν ἐκ τοῦ δείσω μέλλοντος ἐγένετο ὁ ἐνεστὼς δείκω κατὰ τροπὴν τοῦ ˉς εἰς τὸ ˉκ, καὶ ἐκ τοῦ δείκω 109 λοιπὸν ἀκολούθως ὁ μέσος