ἤνεγκα ἤνειγξα λέγουσιν, διὰ τῆς ˉεˉι διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγου σαν διὰ τοῦ ˉξ εἶναι λέγομεν, ὅτι ἢ πρὸς ἀναλογίαν τοῦ μέλλοντος 127 τοῦτο πεποιήκασιν, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων διὰ τοῦ ˉξ, ἢ ἀπὸ τοῦ ἤνεγκα γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉκ εἰς ˉξ· ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ τρέπειν τὸ ˉκ εἰς ˉξ, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Νεφέλαις <343> λέγων εἴξασι γοῦν ἐρίοισι πεπταμένοισιν, ἀντὶ τοῦ ἐοί κασιν ἐρίοις ἡπλωμένοις· τοῦτο γὰρ τὸ εἴξασι κατὰ Βοιωτοὺς γέγονε τροπῇ τοῦ ˉκ εἰς ˉξ, εἴκασι γάρ ἐστιν ἀντὶ τοῦ ἐοίκασιν, [ἢ] ἀπὸ τοῦ εἴκω θέματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ. Τούτων οὕτως ἐχόντων δεῖ ζητῆσαι ἐπὶ τοῦ εἶπα, πότερον ἄρα λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι ἢ λόγῳ παραληγούσης· καὶ ἔχομεν εἰπεῖν τρεῖς κανόνας, ἕνα μὲν δεικνύοντα, ὅτι λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι οὕτως· ἔστιν ἔπω ὁ ἐνεστώς· τὸ δὲ ˉε μεγεθυνόμενον ἢ διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται ἢ τρεπόμενον εἰς τὸ ˉη, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἐλέγχω ἤλεγχον, ἑτοιμάζω ἡτοίμαζον· οὕτω καὶ ἔπω εἶπα, λόγῳ ἀρχούσης προσελθόντος τοῦ ˉι. Οἱ δὲ κανόνες οἱ λέγοντες, ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ˉι, ἔχουσιν οὕτως· ὁ εἰς ˉα λήγων ἀόριστος, μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ, πάντως φύσει μακρᾷ παραλήγε ται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα· ἐν οἷς οὖν τὸ εἶπα οὐκ ἔχει οὔτε τὸ ˉς οὔτε τὸ ˉξ οὔτε τὸ ˉψ, δηλονότι προσῆλθε τὸ ˉι λόγῳ παρα ληγούσης, ἵνα εὑρεθῇ φύσει μακρὰ ἡ παραλήγουσα· πρόσκειται μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ διὰ τὸ ἔγραψα ἔλεξα εἴρυσα, ταῦτα γὰρ οὐ παραλήγονται φύσει μακρᾷ, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντως <ὁ ἀόριστος> ὁ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ οὐ παραλήγε ται φύσει μακρᾷ, ἀλλ' ἔσθ' ὅτε καὶ αὐτὸς παραλήγεται φύσει μακρᾷ· ἰδοὺ γὰρ ὁ ἤλειψα καὶ ὁ ἔληξα καὶ ὁ ἐποίησα ἀόριστος λόγῳ παρα ληγούσης ἔχων τὸ ˉψ καὶ τὸ ˉξ καὶ τὸ ˉς φύσει μακρᾷ παραλήγεται. ∆εύτερος δὲ κανὼν δεικνύς, ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ˉι ὁ εἶπα ἀόριστος, ἔστιν οὗτος· ἀπὸ τοῦ ἔψω μέλλοντος ὤφειλεν εἶναι ὁ πρῶτος ἀόριστος ἔψα, φυλάττειν γὰρ θέλει, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὴν παραλήγουσαν τοῦ μέλλοντος ὁ πρῶτος ἀόριστος· μετελ θούσης δὲ τῆς θέσει μακρᾶς εἰς φύσει μακρὰν ἐγένετο εἶπα, ὥσπερ καὶ ἐν τῷ γιγνώσκω γινώσκω καὶ ἐν τῷ γίγνεται γίνεται· τὸ γὰρ γιγνώσκω καὶ γίγνεται θέσει μακρὸν ἔχουσι τὸ ˉι, τὸ δὲ γινώσκω καὶ γίνεται φύσει μακρόν, τῆς θέσει μακρᾶς μετελθούσης εἰς φύσει μακράν. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι οἱ δύο κανόνες ἔχουσιν ἀντίθεσιν, ὁ μὲν εἷς τῆς 128 ἀρχούσης, ὁ δὲ εἷς τῆς παραληγούσης. Ἔστι γὰρ εἰπεῖν πρὸς τὸν λόγον τὸν τῆς ἀρχούσης, ὅτι τὰ λόγῳ ἀρχούσης προσερχόμενα ἐν τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις χρονικῶς ἢ συλλαβικῶς ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυπτον τύπτων τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, αἰτῶ ᾔτουν αἰτῶν <αἰτεῖν> αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λαβέ λάβοιμι ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἐλθέ ἔλθοιμι ἐὰν ἔλθω· πρόσκειται <ἐν> τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις διὰ τὸν παρακεί μενον, οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτήν, οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε τετύφοιμι ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλέηκε ἠλεήκοιμι ἐὰν ἠλεήκω· τὸ δὲ εἶπα οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν ἀποβάλλει τὸ ˉι, οἷον εἴπας παρὰ Καλλιμάχῳ,<ep. 25 Sch>εἴπας ἥλιε χαῖρε, ἀντὶ τοῦ εἰπών, καὶ [εἰπεῖν] εἶπαι εἶπον, εἶπον δὲ τί ποιεῖν μέλλετε παρὰ Μενάνδρῳ<fragm. 891 K>, ἀντὶ τοῦ εἰπέ, εἴπαιμι ἐὰν εἴπω· ἄρα οὖν οὐ προσῆλθε τὸ ˉι λόγῳ ἀρχούσης. Πάλιν πρὸς τὸν λόγον τῆς παραληγούσης τὸν λέγοντα, ὅτι ὁ εἰς ˉα λήγων ἀόριστος μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ πάντως φύσει μακρᾷ παρα λήγεται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα, ἔστιν ἀντιθεῖναι καὶ εἰπεῖν, ὅτι ὁ εἰς ˉα λήγων ἀόριστος, τοῦ μέλλοντος μὴ