δύο ˉεˉε θέλει διαλύεσθαι, ἐξ ὧν καὶ συνίσταται, καὶ οὐκ εἰς τὸ ˉε καὶ ˉα· τούτου χάριν εἰς δύο ˉεˉε γέγονεν ἐν τῷ δευ τέρῳ προσώπῳ ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου, καὶ οὐκ εἰς τὸ ˉε καὶ ˉα, ἐν τῷ πρώτῳ προσώπῳ ἐξ ἀνάγκης γενομένη εἰς ˉε καὶ ˉα [ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου], διὰ τὸ ˉα εἶναι χαρακτηριστικὸν τοῦ πρώτου προσώ που, οὐ μὴν τὸ ˉε, οἷον ἔγραψα ἐποίησα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τὸ διαλυθὲν ὑπὸ τῶν Ἰώνων συναιροῦσι καὶ ποιοῦσιν εἰς ˉη, ἐπεποιήκη λέγοντες, ὅθεν καὶ τὸ ἐκεχήνη ἐγώ παρ' Ἀριστοφάνει ἐν Ἀχαρνεῦσιν, <10> ὅτε δὴ ἐκεχήνη προσδοκῶν τὸν 119 Αἰσχύλον· ἦν γὰρ ἐκεχήνειν ὁ ὑπερσυντέλικος διὰ τῆς ˉεˉι διφθόγγου, καὶ λοιπὸν ἐποίησαν αὐτὸ οἱ Ἴωνες κατὰ διάλυσιν ἐκεχήνεα, καὶ ἐκεῖθεν οἱ Ἀθηναῖοι ἐκεχήνη κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη, ὥσπερ τείχεα τείχη· καὶ πάλιν τὸ ᾔδειν οἱ Ἴωνες λέγουσιν ᾔδεα κατὰ διάλυσιν, ὡς παρὰ Καλλιμάχῳ <υβι̣> ᾔδεα μᾶλλον ἔγωγε, ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη ᾔδη· περὶ δὲ τού του ἀκριβέστερον μεμαθήκαμεν ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, ἡνίκα ἐλέγομεν, ὅτι οὐδέποτε τρίτον πρόσ ωπον συμφωνεῖ τῷ πρώτῳ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον· ὁμοίως δὲ καὶ τὸ ἦν ἐγώ, ἀντὶ τοῦ ὑπῆρχον, δια λύουσιν οἱ Ἴωνες εἰς ˉε καὶ ˉα καὶ λέγουσιν ἔα, ὡς παρ' Ὁμήρῳ <Ε887> ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι, καὶ λοιπὸν οἱ Ἀθηναῖοι συναιροῦσι τὸ ˉε καὶ ˉα εἰς ˉη καὶ λέγουσι χωρὶς τοῦ ˉν ἦ, ἀντὶ τοῦ ὑπῆρχον, ὡς παρ' Ἀριστοφάνει ἐν Ὄρνισιν <97> ἦ γὰρ ἐγώ, ξένοι, Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον, καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ εὐλόγως ἐν τῷ πρώτῳ προσώπῳ οἱ Ἀττικοὶ εἰς ˉη ποιοῦσι τὴν συναίρεσιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ˉε καὶ ˉα ἔχει, οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ˉε καὶ ˉα εἰς ˉη κιρνᾶται, οἷον τείχεα τείχη, βέλεα βέλη, ἐν τῷ τρίτῳ προσώπῳ τῆς ἐντελείας διὰ τῶν δύο ˉεˉε οὔσης, διατί εἰς ˉη ἐποίησαν τὴν συναίρεσιν, οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνος, καὶ μὴ εἰς τὴν ˉεˉι δίφθογγον, ὡς ἐπὶ τοῦ Πηλέες Πηλεῖς. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουσαν, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐποίουν ἐποίεις ἐποίει, ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· εἰ οὖν τὸ πρῶτον τὸ ἐκεχήνη ἐγώ δι' ἑνὸς φωνήεντος ἐκφέρεται κατὰ τὴν λήγουσαν, πῶς δύναται τὸ τρίτον τὸ ἐκεχήνη ἐκεῖνος διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν; ἀναγκαίως οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίησαν εἰς ˉη τὴν συναίρεσιν. Ἐτετύφεις. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου κανονίζει καὶ λέγει, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ ˉμ κλιτικὸν τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον ποιεῖ, <οἷον> ἐτετύφειν ἐτετύφεις, ἐδάρην ἐδά ρης, ἐνύγην ἐνύγης, ἔγνων ἔγνως, ἐβίων ἐβίως, ἐτίθην ἐτίθης, ἵστην ἵστης, ἐδίδων ἐδίδως, ἐζεύγνυν ἐζεύγνυς· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφεις καὶ ἐπεποιήκειν ἐπεποιήκεις καὶ ἐτετύπειν ἐτετύπεις καὶ ἐδε δούπειν ἐδεδούπεις. Πρόσκειται εἰς ˉν λῆγον διὰ τὸ τύπτω, τοῦτο γὰρ οὐ ποιεῖ τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, ἐπειδὴ οὐ λήγει εἰς ˉν· πρόσκειται μετὰ μακρᾶς διὰ τὸ ἔτυπτον, τοῦτο γὰρ εἰς ˉν λήγει, καὶ οὐ ποιεῖ τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἔτυπτος ἀλλὰ ἔτυπτες· ἀλλ' οὐκ ἔστι μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας· μετὰ φυσικῆς δὲ πρόσκειται μακρᾶς διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· οὗτοι γὰρ εἰς ˉν λήγουσι μετὰ μακρᾶς, καὶ οὐ τρέπουσι τὸ ˉν εἰς τὸ ˉς καὶ ποιοῦσι τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐποίους καὶ ἐβόως, ἀλλ' ἐποίεις καὶ ἐβόας, ἐπειδὴ τούτων οὐκ ἔστι φυσικὴ <ἡ> μακρὰ ἀλλ' ἐκ συναιρέσεως, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονε τὸ ἐβόων. Εἰ δέ τις εἴποι, ὅτι καὶ οἱ παρατατικοὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων μὴ ἔχοντες φυσικὴν τὴν