ˉεˉε εἰς τὸ ˉη συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐκεῖνος, οἷον ὡς παρὰ τῷ ποιητῇ <Α 70> ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα· καὶ ἰδοὺ εὑρίσκεται τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνοῦν κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γὰρ Ἀττικά εἰσιν, καὶ κατὰ τὸν αὐτὸν χρόνον, ἀμφότερα γὰρ <ὑπερσυντελίκου εἰσίν, καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος, ἀμφότερα γὰρ> ἀπὸ τοῦ εἴδω γεγόνασι τοῦτον τὸν τρόπον· ἔστιν εἴδω· τούτου ὁ μέσος παρακείμενος εἶδα ὤφειλεν εἶναι, τῆς ˉεˉι διφθόγγου φυλαττομένου, ὥσπερ εἰκονίζω εἰκόνικα, ἀλλ' ἐτράπη τὸ ˉε εἰς τὸ ˉο αἰολικῶς καὶ γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου τοῦ οἶδα ὁ ὑπερσυντέλικός ἐστιν εἴδειν διὰ τῆς ˉεˉι διφθόγγου καὶ οὐ διὰ τῆς ˉοˉι διφθόγγου· ἐν δὲ τῷ παρακειμένῳ οἱ Αἰολεῖς ἐποιήσαντο 86 τὴν τροπήν· τούτου τοῦ εἴδειν τὸ ˉε τὸ ἐν τῇ ἀρχούσῃ ἀττικῶς ἐξετάθη εἰς τὸ ˉη, ὡς ἐν τῷ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἴκαζον ᾔκαζον, καὶ ἔμεινε τὸ ˉι προσγεγραμμένον τῷ ˉη, καὶ ἐγένετο ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι· τούτου τὸ δεύτερον ᾔδεις, τὸ τρίτον ᾔδει· ταῦτα ἰωνικῶς διαλύονται, ὡς ἐμάθομεν ἀνωτέρω, καὶ ἀττικῶς κιρνῶνται, καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Τί οὖν ἔχο μεν εἰπεῖν περὶ τούτων; Ἔστιν εἰπεῖν, ὅτι τῇ ἀληθείᾳ τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος οὐκ εἰσὶ κατὰ τὴν αὐτὴν διάλεκτον· ἡ γὰρ τοιαύτη κρᾶσις, ἡ διὰ τοῦ ˉη ἡ κατὰ τὸ πρῶτον πρόσωπον γινομένη, τῆς παλαιᾶς μόνης Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐγώ, ἐπεποίθη ἐγώ, ἐγεγράφη ἐγώ, ἡ δὲ κατὰ τὸ τρίτον πρόσωπον τῆς νέας Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐκεῖνος, ἐπεποιήκη ἐκεῖνος· καὶ τῷ μὲν πρώτῳ προσώπῳ μόνοι οἱ τῆς παλαιᾶς Ἀτθίδος κέχρηνται, τῷ δὲ τρίτῳ μόνοι οἱ τῆς νέας Ἀτθίδος· τὸ οὖν ᾔδη ἐγώ τῆς παλαιᾶς Ἀτθίδος ἐστίν, τὸ δὲ ᾔδη ἐκεῖνος τῆς νέας Ἀτθίδος ἐστίν, ὥστε οὖν οὐκ ἔστι κατὰ τὴν αὐτὴν διά λεκτον τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Ἐπειδὴ δὲ εὑρίσκομεν παρὰ τῷ ποιητῇ χρήσεις τοῦ τρίτου προσώπου, λέγω δὴ <τὸ> ᾔδη ἐκεῖνος, οἷον <Α 70> ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, καὶ πάλιν <Β 38> νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα, ὄντος δὲ τοῦ ποιητοῦ τῆς παλαιᾶς Ἀτθίδος, λέγομεν ὅτι Ἀριστάρχειόν ἐστι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίσταρχος εἰδὼς τοῦτο τὸ ἰδίωμα τῆς νέας Ἀτθίδος ὑπάρχον, λέγω δὴ τὸ τρίτου προσώπου, οὐκ ὤφειλεν ἐᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆς παλαιᾶς Ἀτθίδος· ὡς εἴρηται γάρ, ἡ [μὲν] παλαιὰ Ἀτθὶς κέχρηται τῷ πρώτῳ μόνῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί ἐν τῷ τέτυφε καὶ ἔτυψε τρίτῳ προσώπῳ τὸ ˉα εἰς τὸ ˉε ἐτράπη, καὶ μὴ ἐγένετο τὸ τρίτον πρόσωπον διὰ τοῦ ˉα μακροῦ, ἵνα τὸ μὲν πρῶτον διὰ τοῦ ˉα βραχέος εὑρεθῇ ἐκφε ρόμενον, τὸ δὲ τρίτον διὰ τοῦ ˉα μακροῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο ὅλως τὸ τρίτον διὰ τοῦ ˉα εἶναι, ἐπειδὴ οὐκ ἔστι τὸ ˉα χαρακτη ριστικὸν τῶν τρίτων προσώπων τῶν ἑνικῶν· τὸ δὲ ˉε ναί, οἷον ἔτυπτε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα δηλονότι μακρόν, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον <Ε 376> οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος ∆ιομήδης, ἀπὸ τοῦ οὔτασε γέγονε κατὰ ἀποκοπήν· ἐπειδὴ οὖν τὸ ˉα οὐκ ἔστι χαρακτηριστικὸν τῶν τρίτων προσώπων τῶν ἑνικῶν, τὸ δὲ ˉε ναί, εἰκότως ἡ τροπὴ γέγονε 87 τοῦ ˉα εἰς τὸ ε κατὰ τὸ τρίτον πρόσωπον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ εἰς τὸ ˉη γέγονεν ἡ τροπὴ τοῦ ˉα κατὰ τὸ τρίτον πρόσωπον, εἴ γε εὑρίσκομεν τὸ ˉη χαρακτηριστικὸν τοῦ τρίτου προσώπου ἑνικοῦ, οἷον ἐτύφθη ἐνύγη ἐδάρη, λέγομεν ὅτι οὐκ ἠδύνατο εἰς τὸ ˉη γενέσθαι ἡ τροπὴ τοῦ ˉα κατὰ τὸ τρίτον πρόσωπον, ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς ˉη λῆγον προσθέσει τοῦ ˉς τὸ δεύτερον ποιεῖ, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην· εἰ οὖν ἦν τετύφη διὰ τοῦ ˉη τὸ τρίτον, ἠναγκά ζετο καὶ τὸ δεύτερον τετύφης εἶναι <καὶ τὸ πρῶτον τετύφην εἶναι> διὰ τοῦ ˉη· ἀλλ' ἐπειδὴ οὔτε τὸ πρῶτον οὔτε τὸ δεύτερόν ἐστι διὰ τοῦ ˉη, τέτυφα γὰρ καὶ τέτυφας ἐστίν, δηλονότι οὐ δύναται τὸ τρίτον εἰς ˉη καταλήγειν. ∆υϊκά. Τετύφατον, τετύφατον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον