1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

116

εἱρχθῆναι· ὕστερον δὲ αὐτὸν καὶ ὡς ἀνδράποδον ἀπέδοτο βάρβαρον. Καὶ ὁ Πλούταρχος δέ φησιν ἔλαιον αὐτὸν εἰς τὴν Αἴγυπτον ἐμπορίας χάριν μετακομίσαι. 12.72 Ἀλλ' ὅμως καὶ τῶν τοιούτων ψόγων ἀκούοντες, θαυμάζομεν αὐτοῦ τὰ καλῶς εἰρημένα καὶ τὴν ἐκ τούτων ὠφέλειαν καὶ ὑμᾶς ἀξιοῦμεν ξυλλέγειν. 12.73 Καὶ γὰρ δὴ καὶ γυναῖκας γεγενῆσθαι παρ' Ἕλλησιν ἀξιεπαί νους ἀκούομεν. Λυσιδίκη μὲν γάρ, ὥς φασιν, ἐλοῦτο μηδὲ τὸν χιτωνίσκον ἐκδυομένη, διὰ τὴν ὑπερβολὴν τῆς αἰδοῦς. Ἡ δὲ Φιλωτέρα κατιοῦσα εἰς τὴν πύελον κατὰ βραχὺ τὸ τῷ ὕδατι κα λυπτόμενον ἐγυμνοῦτο τοῦ σώματος, ἀναστέλλουσα κατ' ὀλίγον τὸν χιτῶνα· καὶ αὖ πάλιν ἀνιοῦσα παραπλησίως ἠμπίσχετο. Θεανὼ δὲ ἡ Πυθαγορική, ἀποβλέψαντός τινος εἰς αὐτὴν καὶ εἰπόντος· "Καλὸς ὁ πῆχυς", "ἀλλ' οὐ δημόσιος" ἀπεκρίνατο. Ἐρωτηθεῖσα δὲ πάλιν· "Ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κάτεισιν;" "Ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα" ἔφη, "ἀπὸ δὲ τοῦ ἀλλοτρίου, οὐδέποτε." 12.74 Ταῦτα καὶ ὅσα τοιαῦτα καὶ ἐπαινοῦμεν καὶ φιλοσοφίας εἶναι ἄξιά φαμεν. Καὶ ἀποδεχόμεθα τὸν Πλάτωνα τοῖς ἀγαθοῖς τὸν γάμον ξυντάξαντα καὶ ἀθανασίας ἐπίνοιαν καὶ διαμονὴν τοῦ γέ νους καλέσαντα· ∆ημοκρίτῳ δὲ καὶ Ἐπικούρῳ λίαν μεμφόμεθα, παραιτεῖσθαι καὶ τὸν γάμον καὶ τὴν παιδογονίαν κελεύουσιν. Τὴν γάρ τοι ἡδονὴν ὁρισάμενοι τέλος, τὰ φροντίδας ἔχοντα καί τινας 12.75 ἀηδίας παντελῶς ἀπεκήρυξαν. Οἱ δὲ τῆς Ποικίλης μέσην τινὰ ὁδὸν ὥδευσαν· τοῖς γὰρ ἀδιαφόροις τὸν γάμον καὶ τὴν παιδογο νίαν ξυνέζευξαν. Οἱ δὲ θεῖοι λόγοι τὴν μὲν διὰ φιλοσοφίαν ἐπι νοουμένην ἁγνείαν ὑμνοῦσιν, ὡς βίον προξενοῦσαν φροντίδων ἐλεύθερον· τὸν δὲ σώφρονα γάμον νομοθετοῦσιν, ὡς καὶ τὸ γένος αὔξοντα καὶ λαγνείας τοὺς σωφρονεῖν βουλομένους ἐλευθεροῦντα· πορνείας δὲ καὶ τῆς ἄλλης ἀκολασίας ὡς συώδους κατηγοροῦσιν· 12.76 "Τίμιος γὰρ ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος" φησὶν ὁ θεῖος ἀπόστολος· "πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός." Καὶ πάλιν· "Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν." Καὶ ἑτέρωθι· "Πορνεία δὲ καὶ ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις." Καὶ ἀλλαχοῦ· 12.77 "Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ." Οἱ μὲν οὖν ἡμέτεροι διδάσκαλοι τὸν λογικοῖς πρέποντα διεθεσμοθέτησαν βίον· οἱ δὲ τῶν φιλοσόφων ἄριστοι καὶ αὐτοὶ ταῖς ἡδοναῖς ἐδουλώθησαν καὶ νόμους ἔγραψαν ἀκολασίαν διδάσκοντας· τοιοῦτοι γὰρ οἱ περὶ γάμων καὶ παιδεραστίας τοῦ Πλάτωνος νόμοι. Καὶ μέντοι καὶ περὶ φιλίας Ἱππόδαμος ὁ Πυθαγόρειος οὕτω γέγραφεν· "Ἁ μὲν ἐξ ἐπιστάμας θεῶν, ἁ δὲ ἐκ παροχᾶς ἀνθρώπων, ἁ δὲ ἐξ ἁδονᾶς ζῴων." 12.78 Ὁ δὲ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· "Μείζονα ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ." Τὰ τελεώτατα δὲ ἐκπαι δεύων, καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾶν· ὁ δὲ τὴν Πυθαγό ρειον ἐκπαιδευθεὶς τετρακτὺν τὴν ἀνθρωπίνην φιλίαν ἐκ παροχῆς 12.79 ὡρίσατο κατορθοῦσθαι. Οὐ μόνον δὲ ἀπᾴδων ὅδε ὁ λόγος, ἀλλὰ καὶ πάμπαν ἀξύστατος. Πολλοὺς γὰρ ἐχθρῶν εὐεργέτας γεγε νημένους εὑρίσκομεν· πολλοὺς δὲ εὖ μὲν παρά τινων πεπονθότας, ἀχαρίστους δὲ μάλα περὶ τοὺς εὐεργέτας γεγενημένους. Οὐ τοίνυν παροχῆς ἔκγονος ἡ φιλία, ἀλλὰ καρπὸς φιλίας ἡ παροχή. 12.80 Ταῦτα πάλιν, ὦ ἄνδρες, παρεξετάσαντες καὶ γνόντες, ὅσον θείων καὶ ἀνθρωπίνων τὸ μέσον, δι' ἐκείνων, οἷον δή τινων στοι χείων, ἐπὶ τὴν τούτων ὁδεύσατε τελειότητα καὶ "μὴ προφα σίζεσθε προφάσεις ἐν ἁμαρτίαις", ᾗ φησιν ἡ μελῳδία τοῦ Πνεύ 12.81 ματος. Ὅταν γὰρ τοὺς εὐαγγελικοὺς ἐπιδείξωμεν νόμους πολλῷ τῆς Ἑλληνικῆς φιλοσοφίας ὄντας ὑψηλοτέρους, τηνικαῦτα ὑμεῖς τοὺς μὲν νόμους ἐπαινεῖτε, τοὺς δὲ τούτους παραβαίνοντας ἀδεῶς εἰς μέσον προφέρετε καὶ δι' ἐκείνων πειρᾶσθε διαβάλλειν τοὺς 12.82 νόμους. Ἔδει δὲ ψέγειν μὲν ἐκείνους, ἀλλὰ μὴ τῶν νόμων κατη γορεῖν. Οὐδὲ γὰρ διὰ τὰς φαύλας ἀμπέλους φεύγομεν τὰς ἀρίσ τας, οὐδὲ διὰ τὰς πικρὰς ἀμυγδάλας καὶ τὰς γλυκείας ἀποστρε