1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

21

προσειπεῖν ἡγεμόνα, τῶν τε ὄντων καὶ τῶν μελλόντων, δυοῖν αἰνίττεται θάτερον, ἢ τῷ τῆς ἀγνοίας πάθει περιπεσεῖν τὸν φιλόσοφον, ἢ τοὺς ταύτην 2.74 νοσοῦντας ὑποκρινόμενον ἀναμῖξαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Πρὸς δὲ τούτοις δείκνυσι τοὺς καλουμένους θεοὺς οὐ φύσει ὄντας θεούς· τίς γὰρ μὴ κομιδῇ παραπαίων καλέσαι ἂν θεὸν τὸν οὐκ ἀεὶ ὄντα θεόν; οὗτος δέ γε ἐν χρόνῳ τούτους εἴρηκε γίνεσθαι· ἔφη γάρ· 2.75 "Τῶν τε ὄντων θεῶν καὶ τῶν μελλόντων." Πῶς δ' ἂν εἴη τις θεὸς ὁ μηδέπω γενόμενος; πῶς δ' ἂν τοῦ σεπτοτάτου μεταλάχοι ὀνόματος ὁ μηδέπω τὸ εἶναι λαβών; τὰ δὲ θεῖα λόγια τῶν γεγο 2.76 νότων οὐδὲν φύσει προσαγορεύει θεόν. Ὀνόματος μὲν γὰρ ψιλοῦ μεταδέδωκε τοῖς δικάζειν πεπιστευμένοις, καὶ μέντοι καὶ τοῖς τὴν θείαν εἰκόνα ὡς οἷόν τε τετηρηκόσιν ἀκήρατον· φύσει δὲ Θεὸν τὸν ἀεὶ ὄντα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα μόνον εἴωθεν ὀνομάζειν. Ἀλλὰ τοῦτον εἰς ὕστερον τὸν λόγον φυλάξωμεν· νῦν δέ γε ἀρκέσει δηλῶσαι, ὡς ὁ φιλόσοφος οἶδε τὸν τοῦ παντὸς ἡγε 2.77 μόνα καὶ αἴτιον καὶ τὸν τοῦ αἰτίου πατέρα· ἔστι δὲ αὐτοῦ ἀκοῦσαι κἀν τῇ Ἐπινομίδι λέγοντος· "Καὶ τιμὰς ἀποδιδῶμεν, μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τῷ δὲ μηνός τινος μοῖραν τάττωμεν, μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, ξυναποτε λῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαί μων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα ἔρωτα ἔσχε καταμαθεῖν, ὁπόσα ἐνῆν τῇ φύσει δυνατά." Κἀν τούτοις τὸν λόγον ἔφησε τὰ 2.78 πάντα διακοσμῆσαι, οὐ τὸν τοῦ λόγου πατέρα. Καὶ ∆ιονυσίῳ δὲ γράφων τοιάδε φησίν· "Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει. Περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκείνου γε εἵνεκα πάντα, καὶ ἐκεῖνό γε αἴτιον πάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα." 2.79 Ὁρᾶτε, πῶς ὀρρωδοῦντες καὶ δεδιότες τὰ τῆς ἀληθείας προσ έφερον δόγματα καὶ αἰνιγματωδῶς, οὐ σαφῶς, ἐκήρυττον τὴν ἀλήθειαν, τὸν τῶν πολλῶν ὑφορώμενοι πλάνον; Τοῦτο δέ γε τὸ 2.80 δέος κἀν τῷ Τιμαίῳ δεδήλωκεν· λέγει δὲ οὕτως· "Νῦν δὴ οὖν τὸ παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν οὖν πάντων εἴτε ἀρχὴν εἴτε ἀρχάς, εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον· δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα λόγον τῆς 2.81 διεξόδου τὰ δοκοῦντα δηλῶσαι." Καὶ Νουμήνιος δὲ ὁ Πυθαγό ρειος, ἐν οἷς τὰ περὶ τἀγαθοῦ γέγραφε, σαφέστερον ταῦτα ἐδί δαξε· φησὶ γάρ· "Οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος θεοῦ χρὴ εἶναι νομίζειν πατέρα τὸν πρῶτον θεόν." 2.82 Καὶ Πλωτῖνος δέ, ὁ τὴν Πλάτωνος φιλοσοφίαν ζηλώσας, περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων βιβλίον ξυνέγραψεν, ἐν ᾧ καὶ τάδε ἔφη· "Τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; Οὐδὲν ἀπ' αὐτοῦ, ἢ τὰ μέγιστα μετ' αὐτόν· μέγιστα δὲ μετ' αὐτὸν 2.83 νοῦς καὶ δεύτερον, καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον." Καὶ πάλιν· "Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον· ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεγεννημένον, ἐξ ἀνάγκης ξύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. Εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν." 2.84 Καὶ ἕτερα δέ γε πλεῖστα εἴρηται καὶ τούτῳ καὶ Πλουτάρχῳ καὶ Νουμηνίῳ καὶ τοῖς ἄλλοις, ὅσοι τῆς τούτων ἦσαν ξυμμορίας. Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν οὗτοι γενόμενοι, τῆς Χριστιανικῆς θεολογίας πολλὰ τοῖς οἰκείοις ἀνέμιξαν λόγοις. 2.85 Αὐτίκα τοίνυν τὴν Πλάτωνος διάνοιαν ἀναπτύσσοντες, καὶ ὁ Πλωτῖνος καὶ ὁ Νουμήνιος τρία φασὶν αὐτὸν εἰρηκέναι ὑπέρχρονα καὶ ἀΐδια, τἀγαθὸν καὶ νοῦν καὶ τοῦ παντὸς τὴν ψυχήν, ὃν μὲν ἡμεῖς Πατέρα καλοῦμεν, Τἀγαθὸν ὀνομάζοντα, Νοῦν δέ, ὃν ἡμεῖς Υἱὸν καὶ Λόγον προσαγορεύομεν, τὴν δὲ τὰ πάντα ψυχοῦ σαν καὶ ζωοποιοῦσαν δύναμιν Ψυχὴν καλοῦντα, ἣν Πνεῦμα ἅγιον 2.86 οἱ θεῖοι προσαγορεύουσι λόγοι. Καὶ ταῦτα δέ, ὡς ἔφην, ἐκ τῆς τῶν Ἑβραίων φιλοσοφίας τε καὶ θεολογίας σεσύληται. Ὁ γὰρ δὴ ὑμνοποιὸς ∆αυίδ, τὸ θεῖον ἀνακρουόμενος μέλος καὶ ὑπὸ τῆς θείας ἐνηχούμενος χάριτος, κέκραγε λέγων· "Τῷ