1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

48

πείθεσθαι ἢ μὴ τὴν ἐξουσίαν ὁ λογισμός· ἡνιοχεῖν γὰρ ἐτάχθη καὶ ἄγειν, ἀλλ' οὐκ ἄγεσθαί 5.32 τε καὶ σύρεσθαι. Ἐκράτυνε δὲ τόνδε τὸν λόγον κἀν τῷ δεκάτῳ τῶν Νόμων, ταῦτα εἰπών· "Τῆς δὲ γενέσεως τοῦ ποιοῦ τινος ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν αὐτῶν τὰς αἰτίας· ὅπῃ γὰρ ἂν ἐπιθυμῇ, καὶ ὁποῖος ἂν ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος ἡμῶν γίνεται ἅπας ὡς τὸ πολύ." Καὶ μετὰ βραχέα δὲ καὶ ταῦτα προστέθεικεν· "Μείζω δὲ δὴ ψυχὴ κακίας καὶ ἀρε τῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τὰ τοιαῦτα, διαφέροντα καὶ μετέλαβε τόπον ἅγιον, ὅλη μετακοσμηθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ 5.33 τἀναντία, κατὰ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον." Κἀν ταῦθα παραπλησίως ἐδίδαξεν, ὡς τῇ βουλήσει τῆς ψυχῆς ἀπ ένειμεν ὁ ποιητὴς τῶν κρειττόνων καὶ τῶν χειρόνων τὴν αἵρεσιν. Τὸ μὲν γὰρ τῆς γνώμης αὐθαίρετον τῇδε ῥέπειν ἢ ἐκεῖσε παρα σκευάζει, ἡ δὲ ὁμιλία καὶ τὸ ἔθος ἰσχυρὰν τὴν ἕξιν ἐργάζεται. Ὅταν οὖν ἀρετῆς ἐρασθεῖσα τὴν ταύτης ἰδέαν ἐκμάξηται, εἰς ἕτερόν τινα μεταβαίνει τόπον ἅγιόν τε καὶ πολλῷ τῶν παρόντων ἀμείνονα· τὴν δὲ κακίαν ἑλομένη καὶ τὸν ἐπονείδιστον βίον 5.34 ἀσπασαμένη, λαγχάνει πάλιν τὸν κατάλληλον χῶρον. Κἀν τῷ δευτέρῳ δὲ τῆς Πολιτείας ξυνῳδὰ τούτοις ξυνέγραψε· λέγει δὲ ταῦτα· "Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι γε, καὶ λεκτέον οὕτω; {-} Τί μήν; {-} Οὐδὲν δὲ τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ; {-} Οὔ μοι δοκεῖ. {-} Ἆρα τὸ μὴ βλαβερὸν βλάπτει; {-} Οὐδαμῶς. {-} Ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ; {-} Οὐδαμῶς. {-} Οὐδ' ἄν τινος εἴη κακοῦ αἴτιον; {-} Πῶς γάρ; {-} Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; {-} Ναί. {-} Αἴτιον ἄρα εὐπραγίας; {-} Ναί. {-} Οὐκ ἄρα γε πάντων αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων πάντων, τῶν δὲ 5.35 κακῶν ἀναίτιον. {-} Παντελῶς γε, ἔφη. {-} Οὐκ ἄρα, ἦν δ' ἐγώ, ὁ θεός, ἐπεὶ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέ γουσιν, ἀλλ' ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναί τιος· πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν αἴτια, ἀλλ' οὐ τὸν θεόν. {-} Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. {-} Οὐκ ἄρα, ἦν δ' ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν ἀνοήτως περὶ τοὺς θεοὺς ἁμαρτάνοντος καὶ λέγοντος, ὡς δύο πίθοι κατακείαται ἐν ∆ιὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν· καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφότερα δῷ, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ." 5.36 Οὕτω δὲ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ μέντοι καὶ Αἰσχύλου. Εἶτα ἐπάγει· "Κακῶν δὲ αἴτιον φάναι τὸν θεόν, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ λέ γειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέ γοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὑτοῖς. Ξύμψηφός σού εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει. Οὗτος μέντοι, ἦν δ' ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἷς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ 5.37 πάντων αἴτιον τὸν θεόν, ἀλλὰ τῶν ἀγαθῶν." Ταῦτα καὶ περὶ τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ περὶ ἡμῶν δέ γε αὐτῶν καὶ φρονεῖν καὶ δοξάζειν ὁ Πλάτων ἐδίδαξε καὶ τοὺς κακῶν αἴτιον εἶναι τὸν Θεὸν λέγοντας ἐξελαύνειν ἐκέλευσε· καὶ γὰρ ἀνόσιον εἶναι τόνδε τὸν λόγον φησὶ καὶ ἀξύμφορον ἡμῖν καὶ ἀξύμφωνον ἑαυτῷ. Εἰ γὰρ ἀγαθὸς ὁ Θεός, ὥσπερ οὖν ἀγαθός-κοινὸς γὰρ 5.38 οὗτος ὁ λόγος-οὐκ ἄρα κακῶν αἴτιος ὁ ἀγαθὸς γένοιτ' ἄν. Εἰ δὲ ἀναίτιος ὁ Θεὸς τῶν γινομένων κακῶν-κακὰ δὲ κυρίως ὀνομάζομεν οὐ τὰ παρὰ πολλῶν νομιζόμενα, πενίαν καὶ νόσον καὶ τἄλλα, ὅσα τούτοις ἐστὶ παραπλήσια, ἃς ξυμφορὰς ὀνομάζειν φίλον τισίν, ἀλλὰ κακίαν καὶ ἀκολασίαν, καὶ τὰς ἄλλας παρανο μίας-ὑφ' ἡμῶν δὲ ταῦτα τολμᾶται, ἡμεῖς ἄρα τούτων αἴτιοι, καὶ οὐχ ὁ τἀναντία νομοθετήσας Θεός· ταῦτα γὰρ ἡμᾶς φρονεῖν 5.39 καὶ Σωκράτης καὶ Πλάτων ἐδίδαξαν. Οὗτοι καὶ τὸ