1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

71

Σωκράτην τὸν Σωφρονίσκου τὸν ἀλεκτρυόνα θῦσαι κελεύειν, ἵνα τὴν κατ' αὐτοῦ γεγενημένην διελέγξῃ γραφήν· ἐγραψάτην γὰρ αὐτὸν Ἄνυτός τε καὶ Μέλητος, ὡς εἶναι θεοὺς οὐ νομίζοντα. Ὅτι γὰρ ἀνενδεὲς τὸ θεῖον ἠπίστατο, σαφῶς ἐν 7.48 ἑτέροις δεδήλωκεν. Αὐτοῦ γὰρ δὴ καὶ ταῦτα, εἴπερ δὴ ἄρα ὁ Πλάτων τὰ ἐκείνου ξυνέγραψε δόγματα· "Οὐ γὰρ χρείας ἕνεκα ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων οἰκείας λειτουργίας." Ἄντικρυς δὲ διὰ τού των δεδήλωκεν, ὡς οὐδενὸς μὲν δεῖται τὸ θεῖον, καπνοῦ δὲ πλέον οὐδὲν ἔχουσιν αἱ τοιαῦται θυσίαι, καὶ καπνοῦ δυσοσμίας μεστοῦ. 7.49 Ταῦτα δὴ οὖν καὶ παρὰ τῶν ὑμετέρων διδασκάλων μεμαθη κότες καὶ παρὰ τῶν θείων λογίων, παρ' ὧν ταῦτα σεσύληται, τὴν διδασκαλίαν κρατύναντες, τὰ μὲν ὀψοποιοῖς καὶ κρεοπώλαις ἁρμόττοντα μισήσατε θύματα, τὴν δὲ τῆς αἰνέσεως θυσίαν τῷ ποιητῇ προσενέγκατε. Πειθέτω δὲ ὑμᾶς τοῦτο ποιεῖν, μὴ τῶν βασιλευόντων οἱ νόμοι μηδὲ τῆς τιμωρίας τὸ δέος, ἀλλὰ τῆς ἀληθείας τὸ κράτος, ὃ πάσῃ γῇ καὶ θαλάττῃ γεγένηται γνώριμον.

8.t ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΤΙΜΗΣ.

8.1 Πυθαγόραν ἐκεῖνον, οὗ κλέος εὐρὺ παρ' ὑμῖν, εἰρηκέναι φασὶν οἱ τὰ ἐκείνου ξυγγεγραφότες, ὡς χρὴ τῶν Σειρήνων προτιθέναι τὰς Μούσας. Ἐγὼ δέ, εἰ μὲν ἁπλοῖς ἐκεῖνος καὶ διαφανέσιν εἰώθει κεχρῆσθαι λόγοις, ὥσπερ δὴ καὶ ἄλλοι τῶν φιλοσόφων τινές, ἔφην ἂν αὐτὸν ὡς ἡδίω τὴν τῶν Μουσῶν προκεκρικέναι φωνήν· ἐπειδὴ δὲ αἰνιγματώδεις οἱ ἐκείνου γε λόγοι καὶ ὕφαλοι -ξυμβολικῶς γάρ τοι τὰς παραινέσεις προσέφερε· τοιοῦτο γὰρ δὴ τὸ "μαχαίρῃ πῦρ μὴ σκαλεύειν" καὶ "ἐπὶ χοίνικος μὴ καθῆσθαι" καὶ "μελάνουρον μὴ ἐσθίειν" καὶ "ζυγὸν μὴ ὑπερ βαίνειν" καὶ τἄλλα τὰ τούτοις ξυντεταγμένα-, οἶμαι αὐτὸν Σειρῆσι μὲν ἀπεικάσαι τοὺς κεκομψευμένους καὶ κατεγλωττισμέ νους λόγους, Μούσαις δὲ τοὺς ἐπείσακτον μὲν οὐδὲν ἔχοντας, γυμνὸν δὲ τῆς ἀληθείας τὸ κάλλος ἐπιδεικνύντας. Ὅσῳ γὰρ ἡ παρὰ τῆς φύσεως ὥρα τῆς ὑπὸ κομμωτικῆς τέχνης διεσκευασμέ νης ἀμείνων, τοσούτῳ κρείττων τῆς τῶν λόγων εὐεπείας τε καὶ 8.2 δεινότητος ἡ τῆς ἀληθείας εὐπρέπεια. Πιστευτέον οὖν ἄρα, ὦ ἄνδρες, εἰ καὶ μὴ ἄλλῳ, τῷ γοῦν πολυθρυλήτῳ φιλοσόφῳ ταῦτα νομοθετοῦντι, καὶ τὰ θεῖα λόγια μὴ παροπτέα νομίζειν, ὅτι δὴ τῷ περιττῷ τῶν λόγων οὐ κατακέχρηνται φύσει, ἀλλὰ γυμνὸν ἡμῖν προσφέρουσι καὶ ἀποστίλβον τῆς ἀληθείας τὸ κάλλος. Εὐ πετὲς μὲν γὰρ ἦν καὶ μάλα ῥᾴδιον τῇ τῆς σοφίας πηγῇ, ἣ καὶ δυσσεβέσιν ἀνθρώποις τὴν καλουμένην εὐστομίαν δεδώρηται, καὶ Πλάτωνος εὐγλωττοτέρους καὶ δεινοτέρους ∆ημοσθένους καὶ ὄγκῳ τὸν Ὀλόρου κατακρύπτοντας καὶ τὸν Νικομάχου καὶ Χρύσιππον τοῖς τῶν ξυλλογισμῶν ἀλύτοις δεσμοῖς ἀποφῆναι τῆς 8.3 ἀληθείας τοὺς κήρυκας. Ἀλλ' οὐκ ἐβουλήθη πέντε ἢ δέκα ἢ πεντεκαίδεκα ἢ ἑκατὸν ἢ δὶς τοσούτους τῶν σωτηρίων ἀπολαῦσαι ναμάτων, ἀλλὰ πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς λόγοις ἐντεθραμμένους καὶ τοὺς λόγων οὐ γεγευμένους, καὶ σκυτέας καὶ ὑφάντας καὶ χαλκοτύπους καὶ τοὺς ἄλλους, ὅσοι τὰς τέχνας μεταχειρίζουσι, καὶ πρὸς τούτοις καὶ οἰκέτας καὶ προσαίτας καὶ γηπόνους καὶ ἀλσοκόμους καὶ γυναῖκας ὡσαύ τως, τάς τε πλούτῳ περιρρεομένας καὶ τὰς πόνῳ ξυνεζευγμένας 8.4 καὶ ἐκ χειρῶν βιοτεύειν ἠναγκασμένας. Τούτου δὴ εἵνεκα ἁλιεῦσι καὶ τελώναις καὶ σκυτοτόμῳ χρησάμενος ὑπουργοῖς, προσενήνοχε τοῖς ἀνθρώποις τὰ σωτήρια καὶ θεῖα μαθήματα, τὰς μὲν γλώττας αὐτῶν, ἃς ἐξ ἀρχῆς ἔλαχον, οὐκ ἀμείψας, τὰ δέ γε διειδῆ καὶ διαυγῆ τῆς σοφίας νάματα διὰ τούτων προχέας· παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἑστιάτωρ οἶνον ἀνθοσμίαν καὶ εὐώδη καὶ ἄριστον προσενέγκοι τοῖς δαιτυμόσι, κύλιξι καὶ φιάλαις ἐγχέας οὐκ ἠσκημέναις