1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

64

πλῆθος, διχῇ τὸν χρόνον διελόντες, ἴσως αὐτὸν διενείμαντο· καὶ ὁ μὲν φωτίζει τὴν ἡμέραν καὶ πρὸς ἐργα σίαν καλεῖ, ἡ δὲ μετὰ τῶν ἄστρων τὴν νυκτερινὴν ἔλαχε δᾳδου 6.77 χίαν. Οὐ τοίνυν παριδεῖν ὁ τοῦ παντὸς Κύριος ὑπέλαβε δίκαιον τὸν οὗ χάριν ταῦτα πάντα ἐγένετο ὑπὸ τῆς ἁμαρτίας πολιορκού μενον καὶ ὡς δορίληπτον τῷ θανάτῳ παραδιδόμενον, καὶ διὰ τοῦτο τὴν ἀνθρωπείαν ὑπέδυ μορφὴν καὶ τὴν ἀόρατον τῇ ὁρωμένῃ κα τεκάλυψε φύσιν, καὶ τήν τε ὁρωμένην ἀναμάρτητον διεφύλαξε 6.78 καὶ τὴν κεκρυμμένην ἀκήρατον διετήρησεν· οὔτε γὰρ αὕτη τῶν τῆς σαρκὸς μετέλαχε παθημάτων, οὔτε ἡ σὰρξ τῶν τῆς ἁμαρτίας κηλίδων μετέσχηκεν. Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ καὶ δίχα τοῦ τῆς σαρκὸς προκαλύμματος πραγματεύσασθαι τῶν ἀνθρώπων τὴν σωτηρίαν καὶ βουλήσει μόνῃ καταλῦσαι τοῦ θανάτου τὴν δυνα στείαν καὶ τὴν τούτου μητέρα, τὴν ἁμαρτίαν, φροῦδον παντελῶς ἀποφῆναι καὶ τὸν παμπόνηρον δαίμονα, τὸν ταύτην ὠδίναντα, ἐξελάσαι τῆς γῆς καὶ παραπέμψαι τῷ ζόφῳ, ᾧ γε μικρὸν ὕστερον αὐτὸν παραδώσειν ἠπείλησεν· ἀλλ' οὐκ ἐβουλήθη τὴν ἐξουσίαν, 6.79 ἀλλὰ τῆς προνοίας ἐπιδεῖξαι τὸ δίκαιον. Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν 6.80 τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος. Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν. 6.81 Εἰ δὲ ταῦτα μὲν θαυμάζετε καὶ Θεῷ γε πρόσφορά φατε εἶναι, ἀνάρμοστον δὲ τῆς οἰκονομίας καλεῖτε τὸν τρόπον, πρῶτον μὲν πάντολμόν τε καὶ μανικὸν τὸ τῆς τὰ πάντα τεκτηναμένης σοφίας σοφωτέρους ἑαυτοὺς ἀποφαίνειν καὶ μὴ στέργειν τὰ ὑπ' ἐκείνης γινόμενα, ἀλλ' ὑπολαμβάνειν ἄμεινον ἐκείνης τὸ πρακτέον εὑρίσκειν. Ἐγὼ δὲ καὶ τοῦτο εὖ οἶδα, ὡς εἰ καὶ ἕτερον ἐμηχανή σατο θεραπείας τρόπον, κἀκείνῳ ἐνεμεσᾶτε ἂν δήπουθεν· δυσά ρεστοι γὰρ ὑμεῖς καὶ σκώπτειν μόνον εἰδότες τὰ τῆς θείας οἰκο 6.82 νομίας μυστήρια. Ἐπειδὴ δὲ τῆς σοφίας τὴν ἄβυσσον νικᾶν ταῖς ἐπινοίαις νεανιεύεσθε, δείξατε δὴ ὑμεῖς τῆς ἡμετέρας σωτηρίας ἀμείνονα μηχανήν. Ἀλλ' οὐκ ἂν ἐπιδεῖξαι δυνήσαισθε. Τοσαύτῃ γὰρ ἐχρήσατο φιλανθρωπίας ὑπερβολῇ, ὡς ἀπιστεῖσθαι παρ' ὑμῶν καὶ τῶν παραπλησίων ὑμῖν, ὅτι δὴ ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ὁ πρὸ τῶν αἰώνων Θεὸς Λόγος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἀνθρωπείαν φύσιν λαβὼν ἐνηνθρώπησε καὶ τὴν ἡμετέραν 6.83 ἐπραγματεύσατο σωτηρίαν. Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύου σιν,