1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

91

10.18 τύνων λόγον, ὡς οὐκ εἰσὶ θεοὶ ταῖς θυσίαις οἱ χαίροντες. Ἵνα δὲ μή τις ὑπολάβῃ ταῦτα ψευδῶς αὐτὸν διαπλάττειν, ὅρκον προτέ θεικε τοῦ ξυγγράμματος· "Τοὺς θεοὺς" γὰρ ἔφη "διαμαρτύ ρομαι, ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων εἰ μή τι λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέσ τερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα." ∆ιὰ δὲ τούτων καὶ ἀμαθίαν τοῦ Πυθίου κατηγορεῖ. Οὐ γὰρ μόνον τὰς ἡμαρτημένας διώρθωσε λέξεις καὶ σαφεῖς τὰς ἀμφιβόλους ἀπέ φηνεν, ἀλλὰ καὶ τῶν ἐπῶν τὴν χωλότητα ἰάσατο, ἣν ὁ Πύθιος διὰ τῶν ὑποφητῶν ἀπεφθέγξατο. 10.19 Καὶ ∆ιογενιανὸς δὲ τῶν χρησμολόγων θεῶν διελέγχει τὸ ψεῦ δος· λέγει δὲ οὕτως· "Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην." Καὶ μετ' ὀλίγα· "Νῦν δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσω, 10. ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη. Οὐ γὰρ τὸ μηδέποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ πλεῖστον μηδ' ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν." 10.21 Ὅτι δὲ καὶ ἀναγκαζομένους ὑπ' ἀνθρώπων καὶ τοὺς χρησμο λόγους θεοὺς προλέγειν φησὶν ὁ Πορφύριος, ἃ προλέγουσιν, εὐπετὲς τῷ βουλομένῳ μαθεῖν ἐξ ἐκείνου αὐτοῦ τοῦ ξυγγράμμα τος, ὃ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐπέγραψε· καὶ αὐτὰς γὰρ 10.22 ἐκεῖνος παρέθηκε τῶν θεῶν τὰς φωνάς. Λέγει γὰρ τὴν Ἑκάτην παρ' αὐτοῦ κληθεῖσαν εἰπεῖν· ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν Καὶ πάλιν αἰτιωμένη τὸν κεκληκότα· τίνος, φησί, χατίζων, θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; Καὶ ὁ Ἀπόλλων δὲ βοᾷ· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ. Καὶ πάλιν· λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ. 10.23 ∆ιὰ δὲ τούτων δεδήλωκεν ὁ Πορφύριος, καὶ αὐτοὶ δὲ οὗτοι οἱ τὸ θεῖον ὄνομα κεκλοφότες, ὡς δυνατώτεραι αὐτῶν αἱ τῶν ἀν θρώπων ἐπίνοιαι καὶ αἱ μεμηχανημέναι ἀνάγκαι. Καὶ γὰρ ἄνωθεν αὐτοὺς καθέλκουσι καὶ κάτω δεσμοῦσι· καὶ ἀναχωρεῖν οὐκ ἰσχύουσι, πρὶν ἂν οἱ ἄνθρωποι λύσωσιν. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῷδε τῷ ξυγγραφεῖ τὴν ἀσθένειαν αὐτῶν διελέγχοντα. 10.24 Ὅσης δὲ αὐτῶν καὶ λώβης μεστὰ τὰ μαντεύματα, τούτοις ἄν τις ἐντυχὼν καταμάθοι ῥᾳδίως. Λιμοῦ γάρ ποτε Ἀθηναίοις ἐνσκήψαντος, ἔχρησεν ὁ Πύθιος μὴ πρότερον τοῦτον παύσασθαι, πρὶν ἂν ἑπτὰ παρθένους Ἀθηναῖοι καὶ τοσούτους ἠϊθέους σφά 10.25 ξωσι τῷ Μίνωϊ. Καὶ τῶν χρησμῶν δὲ τὸ λοξὸν πολλοῖς ὀλέθρους προὐξένησεν. Καὶ γὰρ Ἀριστόμαχος, οὐ νενοηκὼς τὴν "στε νύγρην," τὸν μὲν πορθμὸν καὶ τὰς τριήρεις κατέλιπε, διὰ δὲ τοῦ ἰσθμοῦ προσβαλὼν τὸν βίον κατέλυσεν. Ἔδει δὲ τὸν χρησμο λόγον μὴ ζόφῳ τὸν χρησμὸν ξυγκαλύψαι, εἴπερ ἄρα τὸ ἐσόμε νον ᾔδει· ἀλλὰ κακούργως ἀμφίβολον τὴν πρόρρησιν δέδωκεν, 10.26 ἵνα μὴ τὸ ψεῦδος εὐφώρατον γένηται. Ταὐτὸ δὲ τοῦτο καὶ τῷ Κροίσῳ προὐξένησε τὴν ξυμφοράν· Κροῖσος, γὰρ ἔφη , Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ποτέραν δέ, οὐ δεδήλωκεν, ἤτοι τὴν οἰκείαν ἢ τὴν τῶν πολε μίων, ἵνα καὶ ἡττηθεὶς καὶ νικήσας μὴ κατηγορήσῃ τοῦ μάντεως. Καὶ ταῦτα ὁ Πύθιος δέδρακε πολυτάλαντα παρ' ἐκείνου δεξάμε νος δῶρα. ∆υοῖν τοίνυν θάτερον, ἢ ἀλαζών ἐστιν ἢ ἀχάριστος· ἢ γὰρ ἃ μὴ οἶδεν εἰδέναι βρενθύεται, ἢ ἐπιστάμενος ἑκών γε 10.27 ἀδικεῖ τοὺς θεραπεύειν ἐσπουδακότας. [Παραπλήσιον δέ τι δέ δρακε καὶ ἐπὶ Ἰουλιανοῦ τὴν ὁρμὴν ἔχοντος κατὰ τῶν Ἀσσυρίων· "Νῦν" γὰρ ἔφη "πάντες ὡρμήθημεν θεοὶ παρὰ Θηρὶ ποταμῷ νίκης τρόπαια κομίσασθαι; τούτων ἐγὼ ἡγεμονεύσω, θοῦρος 10.28 πολεμόκλονος Ἄρης."] Προσόμοιον δέ τι καὶ ἐπὶ Ἀθηναίων πεποίηκεν. Τοῦ γὰρ δὴ Ξέρξου μετὰ πολλῶν μυριάδων ἐπιστρα τεύσαντος, ἔδραμον μὲν παρ' αὐτὸν τῶν Ἀθηναίων οἱ θεωροί· ὁ δὲ τῶν χρησμῶν