1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

15

καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί 2.13 ἔστιν." Εἶτα πολλὰ τοιαῦτα διεξελθών, ἐπήγαγεν· "Τεκμήριον δέ σοι ἐρῶ ἱκανόν. Ἐγὼ γάρ, ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, ὑπὸ ταύτης τῆς σκέψεως οὕτω σφόδρα διετυφλώθην, ὥστ' ἀπέμαθον καὶ ἃ πρὸ τοῦ ᾤμην 2.14 εἰδέναι." Καὶ αὖθις δέ, τῆς τῶν φιλοσόφων κατηγορῶν ἔριδος, τοιάδε ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ διέξεισιν· "Ἀλλ' ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγμάτων ἀνασπῶντες πονοῦσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἰρήκασιν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. Περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν· οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσι μον εἶναι· τούτῳ δὲ πάνυ πολεμοῦσι καὶ καθόσον ἂν δύνωνται πανταχόθεν· Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρα κας, εἰρηνεύουσι δὲ οὐ ξυγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν· ἀλλ' οἶμαι ταῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὐτοῖς ποιῆσαι. Ποίοις μαθηταῖς, ὦ δαι μόνιε; οὐδὲ γίνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιά σας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι." Καὶ μετ' 2.15 ὀλίγα πάλιν· "Ὀλίγου δ' ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ' εἶναι, καὶ ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τού 2.16 τοις διϊσχυρίζονται." Καὶ μέντοι κἀν τῷ Σοφιστῇ τὰ τοιαῦτα πάλιν αὐτῶν κατηγορεῖ, οὐκ ἀπόστολος οὐδέ γε προφήτης, ἀλλὰ τῶν φιλοσόφων ὁ πρῶτος, εἴτε Πλάτωνα τὸν Ἀρίστωνος ἐθέλοι τις λέγειν, εἴτε Σωκράτην τὸν Σωφρονίσκου· Σωκράτους μὲν 2.17 γὰρ τὰ ἐνθυμήματα, Πλάτωνος δὲ τὰ ξυγγράμματα. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνος, οὕτω φησίν· "Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν· ὁ μέν, ὡς τρία τὰ ὄντα· πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γινόμενα, γάμους τε καὶ τόκους καὶ τροφὴν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρόν, ἢ θερμὸν καὶ ψυχρόν, ξυνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσιν. Τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἄρχεται, ὡς ἑνὸς ὄντος τῶν ἁπάντων καλουμένων διεξέρχεται τοὺς μύθους. Ἤδη δὲ καὶ Σικελικαί τινες Μοῦσαι ξυνενόησαν ὅτι ξυμπλέκειν ἀσφαλέ στερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ ξυνέχεται." Καὶ τοιαῦτα ἄττα ἐφεξῆς εἰπών, 2.18 ἐπάγει· "Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ περὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς λαβόντες. Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων, σφόδρα διϊσχυρίζονται τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι." 2.19 Ταῦτα οὐ Πέτρος ὁ ἡμέτερος οὐδὲ Παῦλος τῶν ὑμετέρων κατηγόρησε φιλοσόφων, ἀλλὰ Πλάτων ὁ εὐγλωττότατος καὶ Σωκράτης ὁ κατὰ τὴν Πυθίαν ἀνδρῶν ἁπάντων σοφώτατος· καὶ ἔφασαν αὐτοὺς διϊσχυρίζεσθαι, τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσ βολὴν καὶ ἐπαφήν τινα, καὶ ταὐτὸν σῶμα καὶ οὐσίαν ὁρίζεσθαι 2. καὶ μηδὲν περαιτέρω τῶν ὁρωμένων φαντάζεσθαι. Πῶς οὖν ἄν τις τούτοις χρήσαιτο ποδηγοῖς τῆς ἀληθείας, τοσοῦτον δὴ καὶ τοιοῦ τον ὑπομείνασι πλάνον καὶ ἐναντίας γε ὠδίνασι δόξας καὶ σφοδρὸν κατ' ἀλλήλων ἀναρριπίσασι πόλεμον; καὶ Τίμων δὲ αὐτοὺς ὁ Φλιάσιος, ὁ Πύρρωνος ἑταῖρος, ἐν τοῖς σίλλοις ἐτραγῴδησεν· ἐγὼ δὲ ἐκ μάλα πολλῶν ὀλίγων μνησθήσομαι· σχέτλιοι ἄνθρωποι, κάκ' ἐλέγχεα, γαστέρες οἶον, τοίων ἔκ τ' ἐρίδων ἔκ τε στοχασμῶν πέπλησθε, ἄνθρωποι, κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί. 2.21 Οὐ μόνον ἄρα ἡμεῖς τὸ τῆς οἰήσεως ἐπιπροσθεῖν ὑμῖν εἰρήκα μεν πάθος· πάλαι γὰρ καὶ πρόπαλαι ταύτην ὁ Τίμων τῶν ὑμε τέρων φιλοσόφων τὴν κατηγορίαν πεποίηται. Ἄλλο δέ ἐστιν εἰδέναι, καὶ ἄλλο τὸ οἴεσθαι εἰδέναι, μηδὲν ἐπιστάμενον. Πολλῷ γάρ τινι