1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

24

ἀγέννητον εἶναι λέγων βοᾷ· μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Καὶ Πλούταρχος δὲ ὁ Χαιρωνεὺς περὶ τοῦ ˉεˉι τοῦ ἐν ∆ελφοῖς γράφων, οὕτως ἔφη· "Τί οὖν ἐστι τὸ ἀΐδιον καὶ ἀγέννητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει;" Εἰ τοίνυν φαμὲν εἶναί τι ἀγέννητον καὶ ἀναίτιον, κατὰ μὲν τὸν 2.109 Παρμενίδην τὸν κόσμον, κατὰ δὲ τὸν Πλάτωνα καὶ Τίμαιον τὸν Λοκρὸν καὶ Πλούταρχον καὶ ἡμᾶς αὐτοὺς τὸν τῶν ἁπάντων δημιουργόν, πολλῷ τούτου πιθανώτερον τὸ φάναι, ἐξ ἐκείνου γε τοῦ ἀγεννήτου φῦναι τὸν Λόγον καὶ τὸ πανάγιον Πνεῦμα, τὸν μέν, ὡς λόγον, ἐκ τοῦ νοῦ γεννώμενον, τὸ δέ, ὡς πνεῦμα, ἐκπο ρευόμενον· ξυμπρόεισι γὰρ τῷ Λόγῳ τὸ Πνεῦμα, οὐ ξυγγεννώ 2.110 μενον, ἀλλὰ ξυνὸν καὶ παρομαρτοῦν καὶ ἐκπορευόμενον. Ἀλλ' οὔτε τὸ Πνεῦμα πνοήν τινα στόματος εἶναί φαμεν-ἀξύνθετον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον-οὔτε τὸν Λόγον τοῦτον τὸν εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνούσιον Λόγον καὶ ἐνυπόστατον Πνεῦμα, καὶ ἐν τῷ Πατρὶ θεωρούμενα καὶ καθ' ἑαυτὰ πιστευόμενα, καὶ ξυνημμένα καὶ διῃρημένα, τῷ μὲν ταὐτῷ τῆς φύσεως ἡνωμένα, τῇ δὲ τῶν ἰδιοτήτων διαφορᾷ διῃρημένα καὶ καθ' ἑαυτὰ νοούμενα. 2.111 Ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν ἀκριβῶς τὸν μὴ τοῖς θείοις ἐντε τυχηκότα λογίοις καὶ τὸ τῆς γνώσεως φῶς παρὰ τῆς θείας ἐκδε ξάμενον χάριτος. 2.112 Ἀναγνωστέον δὲ οὐ μόνον τὰ τῶν ἱερῶν ἀποστόλων μαθήματα, ἀλλὰ καὶ τὰ τῶν θείων προφητῶν θεσπίσματα· οὕτω γάρ τις καὶ τῆς παλαιᾶς καὶ τῆς καινῆς θεολογίας τὴν ξυμφωνίαν ὁρῶν, θαυμάσεται τὴν ἀλήθειαν καὶ φεύξεται μὲν ∆ιαγόρου τοῦ Μιλη σίου καὶ τοῦ Κυρηναϊκοῦ Θεοδώρου καὶ Εὐημέρου τοῦ Τεγεάτου τὸ ἄθεον· τούτους γὰρ ὁ Πλούταρχος ἔφησε μηδένα νενομικέναι 2.113 θεόν· φεύξεται δὲ καὶ τῶν Στωϊκῶν τὴν ἀπρεπῆ περὶ τοῦ θείου δόξαν· σωματοειδῆ γὰρ οὗτοι τὸν θεὸν ἔφασαν εἶναι· βδελύξεται δὲ καὶ Πρωταγόρου τοὺς ἀμφιβόλους περὶ τοῦ θεοῦ καὶ ἀπίστους λόγους· ἐκείνου γάρ ἐστι τὰ τοιάδε· "Περὶ μὲν οὖν τῶν θεῶν οὐκ οἶδα, οὔτε εἰ εἰσίν, οὔθ' ὡς οὐκ εἰσίν, οὐθ' ὁποῖοί τινες τὴν 2.114 ἰδέαν εἰσίν." Ἀποδράσει δὲ καὶ τῶν ἄλλων μυθολόγων τὸν πλά νον· Πλάτωνος δὲ καὶ τῶν ἐκείνῳ παραπλησίων, ὅσα μὲν ἐκ τῶν θείων λογίων κεκλόφασιν, εὑρήσει τε καὶ θαυμάσεται, ὅσα δὲ τοῦ ψεύδους ἀνέμιξαν, ἀποξύσει καὶ καθάπερ φορυτὸν ἀπορρίψει καὶ τῶν τῆς ψυχῆς ἀπελάσει χωρίων, καὶ ὁρῶν τῆς κλοπῆς τὰ φώρια, τῷ Πυθαγορικῷ Νουμηνίῳ πιστεύσει λέγοντι· "Τί γάρ 2.115 ἐστι Πλάτων ἢ Μωϋσῆς Ἀττικίζων;" ∆ιὰ γὰρ δὴ τούτων ἀναφανδὸν ἔδειξεν ὁ Νουμήνιος, ὡς ὁπόσα Πλάτων εὐσεβῶς εἴρηκεν, ἐκ τῆς Μωϋσοῦ θεολογίας σεσύληκεν. 2.116 Ὥρα δὴ οὖν, ὦ ἄνδρες, αὐτὴν ἀνιχνεῦσαι τῆς ἀληθείας τὴν ῥίζαν· καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς 2.117 οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία. Τοῦτο γὰρ μεμαθηκότες, οὐκέτι τὸ θεῖον εἰς πολλὰ μερίσετε σέβας, ἀλλὰ τὸν ἀεὶ ὄντα καὶ ἀληθῶς ὄντα καὶ τοῖς οὖσι τὸ εἶναι διὰ μόνην ἀγαθότητα δωρησάμενον προσκυνήσετε, καὶ ἀντὶ πολεμίων καὶ δυσμενῶν οἰκεῖοι καὶ φίλοι γενήσεσθε, καὶ πολλῆς, ὡς ξυνή θεις, ἀπολαύσεσθε παρρησίας· καὶ οἱ ποδηγῶν ἐπὶ τοῦ παρόντος δεόμενοι ἄλλους τῶν πλανωμένων πρὸς τὴν ἀλήθειαν ξεναγήσετε.