1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

7

χρόνον Ἑβραῖοι τὴν Αἴγυπτον· καὶ Χαλδαῖοι δὲ ὡσαύ τως ἐκ τούτων μεγίστην ὠφέλειαν ἐδρέψαντο, ἀνδραποδίσαντες γὰρ αὐτοὺς εἰς Βαβυλῶνα κατῴκισαν· εἶτα ἐκ τῶν αὐτόθι γεγε νημένων θαυμάτων περί τε τὴν κάμινον καὶ τοὺς λέοντας ἀξιο 1.46 χρέους εἶναι διδασκάλους ἀληθείας ὑπέλαβον. Καὶ Κύρος δὲ ὁ Καμβύσου, τὸν ∆ανιὴλ ὁμοδίαιτον ἐσχηκώς, τῶν τῆς θεοσεβείας μετέλαχε μαθημάτων· Λυδοὺς δὲ καταστρεψάμενος καὶ τούτους ὑποχειρίους λαβών, μετέδωκε δήπου τοῖς ὑπηκόοις ὧν παρ' ἐκείνου μεμάθηκεν. Ὅτι μὲν οὖν Ἑβραίοις ἀλήθειαν καὶ ὁ Πύθιος ἐμαρτύρησε, 1.47 καὶ ὁ Πορφύριος ἀπεμνημόνευσε τοῦ χρησμοῦ, ἀπόχρη δηλῶσαι καὶ ταῦτα· ὅτι δὲ τῶν παρ' Ἕλλησι φιλοσόφων πλείστην ἄγνοιαν οὗτος πάλιν κατηγορεῖ, ἀκούσατε οἷά φησιν ἐν οἷς Πρὸς Βοηθὸν 1.48 περὶ ψυχῆς ἔγραψεν· λέγει δὲ πρὸς πολλοῖς ἑτέροις καὶ ταῦτα· "Τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος;" Καὶ πρὸς Ἀνεβὼ δὲ τὸν Αἰγύπτιον τοιαῦτα γέγραφεν· "Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις ξυγγενῶν φιλοσοφημάτων· περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δ' ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως." Καὶ αὖθις μετ' ὀλίγα· "Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνη ται πρὸς τὸ κρεῖττον ξυνουσία, ἀεὶ παρεῖται τὸ μέρος τοῦτο εἰς 1.49 ἐξέτασιν." Εἰ τοίνυν ἀμφισβητήσιμα μὲν τὰ τῶν φιλοσόφων δόγ ματα-λογισμῶν γάρ ἐστιν ἀνθρωπίνων εὑρέματα-, ἔρις δὲ πολλὴ παρ' αὐτοῖς καὶ λογομαχία τις ἄσπονδος, ἄλλοις δέ τισι τὴν πρὸς Θεὸν ξυνουσίαν τε καὶ ὁμιλίαν ὁ Πορφύριος μεμαρτύ ρηκε, τοῦ δὴ χάριν, ὦ φιλότης, τῶν μὲν ἀνθρωπίνων καὶ ἀμφι βόλων ἐξήρτησθε λόγων, τῶν δὲ θεοφιλῶν ἀνδρῶν οὐ προσίεσθε 1.50 τὰ μαθήματα; Ὡς βαρβάρους μὲν γὰρ εἰ παραιτεῖσθε, ἐναντία ὑμῖν αὐτοῖς ἂν ποιοῖτε· πείθεσθε γὰρ καὶ Πυθαγόρᾳ, Τυρρηνῷ κατά τινας ὄντι, Τυρίῳ δὲ καθ' ἑτέρους, καὶ τῷ Σταγειρίτῃ δὲ κέχρησθε διδασκάλῳ καὶ τὸν Σινωπέα θαυμάζετε καὶ τοὺς ἄλλους, οἳ πατρίδας οὐχ Ἑλληνικάς, ἀλλὰ βαρβάρους ἐσχήκασιν· ἀπε δείξαμεν δὲ καὶ τὸν Σόλωνα καὶ τὸν Πλάτωνα πλεῖστα παρὰ 1.51 βαρβάρων μεμαθηκότας· ἀκούομεν δὲ καὶ τοῦ Αἰγυπτίου ἱερέως πρὸς τὸν Σόλωνα λέγοντος- τοῦ Πλάτωνος δὲ καὶ ταῦτα ἐν τῷ Τιμαίῳ γεγραμμένα· "Ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖςἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα 1.52 χρόνῳ πολιόν." Εἰ δὲ νεώτερα τὰ Ἑλλήνων μαθήματα, πρεσ βύτατα δὲ καὶ παλαιότατα τὰ Ἑβραίων, ἔχει δὲ καὶ τὴν ἀλήθειαν ἐπανθοῦσαν τῷ χρόνῳ, προαιρετέα δηλονότι καὶ προκριτέα τῶν νέων καὶ ἀμφιβόλων, μᾶλλον δὲ ψευδῶν τε καὶ οὐ πιθανῶς 1.53 πεπλασμένων. Ἀλλ' οὐδὲ τὸ ἀπαίδευτον τῆς γλώττης ἱκανὸν ὑμῖν εἰς παραίτησιν· ἐδείξαμεν γὰρ τὸν Σωκράτην, τῶν φιλοσό φων τὸν κορυφαῖον, τῆς Ἑλληνικῆς παιδείας ἀμύητον, καὶ τὸν Πλάτωνα πάσης ἐπιστήμης καὶ εὐγλωττίας προκρίνοντα τὴν ἀλήθειαν. Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος-ἤκουσα 1.54 γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν-, μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν· αὐτῶν γάρ τοι τῶν πραγμά των τὴν μαρτυρίαν ἡμεῖς τοῖς ἡμετέροις ξυναρμόττομεν λόγοις· πάλιν δ' αὖ ὑμεῖς τοῖς ὑμετέροις βέβλησθε, κατὰ τὴν παροιμίαν, 1.55 πτίλοις. Καὶ γὰρ ὁ Πυθαγόρας ἐκεῖνος ὁ πολυθρύλητος, ὁ Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, ὁ τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες. 1.56 Τῷ τοι καὶ οἱ ἐκεῖνον διαδεξάμενοι, εἴ τις ἀπῄτησε τῶν λεγο μένων ἀπόδειξιν, "Αὐτὸς ἔφα" λέγειν εἰώθεσαν, πάσης ἀπο δείξεως ἰσχυροτέραν καὶ εἶναι νομίζοντες καὶ ἔχειν κελεύοντες 1.57 τὴν Πυθαγόρου