1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

42

καὶ χρόνος καὶ πόνος καὶ ἐπιστήμη καὶ ἐπιμέλεια, τοῦτο τῷ Θεῷ τῶν ὅλων ἡ βούλησις· "Πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις", 4.53 ᾗ φασιν οἱ ἱεροὶ λόγοι. Ἠθέλησε δὲ οὐχ ὅσα ἠδύνατο, ἀλλ' ὅσαπερ ἀρκεῖν ἐδοκίμασεν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ καὶ μυρίους καὶ δισμυρίους δημιουργῆσαι κόσμους, εἴπερ δὴ ἄρα τὸ βουλη θῆναι ῥᾷστον ἁπάντων τῶν ποιητέων ἐστίν. Καὶ γὰρ ἡμῖν τὸ βουληθῆναι πάντων ἐστὶν εὐμαρέστατον, ἀλλ' οὐ ξυμπαρομαρτεῖ τῇ γε ἡμετέρᾳ βουλήσει ἡ δύναμις· τῷ δὲ Θεῷ τῶν ὅλων ὅσα βουλητὰ δυνατά· τῇ βουλήσει γὰρ ἡ δύναμις ἥνωται· ἀλλ' ὅμως οὐ τῇ δυνάμει τὴν κτίσιν ἐμέτρησεν, ἀλλ' ὅσαπερ ἠθέλησεν ἐδη 4.54 μιούργησεν. Καὶ ἐπειδὴ τῶν γεγονότων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν ἐπίγεια, τὰ δὲ ὑπερουράνια, ἀναγκαίως καὶ ζῷα πεποίηκε τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά· καὶ τοῖς μὲν νοη τοῖς τὸν αἰθέρα καὶ τὸν οὐρανὸν ἀπεκλήρωσε, τοῖς δὲ αἰσθητοῖς 4.55 τὴν γῆν δέδωκε καὶ τὴν θάλατταν ἐνδιαίτημα. Ἐπειδὴ δὲ τῶν νοητῶν τινες εἰς κακίαν ἀπέκλιναν, ἐξηλάθησαν εἰκότως τῶν οὐρανίων χώρων, καὶ τὴν ἐν τῷ ἀέρι καὶ τῇ γῇ διατριβὴν αὐτοῖς ἀπεκλήρωσεν, οὐχ ἵνα ἐπιτελῶσιν, ὅσαπερ ἂν τοῖς ἀνθρώποις ἐπιβουλεύειν ἐπιχειρῶσιν-ἐπέχει γὰρ δήπου τοῦτο ποιεῖν ἡ τῶν ἀγγέλων φρουρά-, ἀλλ' ἵνα τῇ μεταστάσει μάθωσιν, ἡλίκων πρόξενος ἡ πονηρία κακῶν. 4.56 Ἐπειδὴ δὲ διχῇ τὰ αἰσθητὰ διέκρινε γένη καὶ τὰ μὲν λογικὰ πεποίηκε, τὰ δὲ ἄλογα, ὑπέταξε τῷ λογικῷ ζῴῳ τῶν ἀλόγων τὴν φύσιν. Τυραννεῖ δὲ ὅμως τινὰ τούτων καὶ στασιάζει πρὸς τὴν ἀρχὴν καὶ ἐπιβουλεύειν πειρᾶται· ἐπειδὴ δὲ καὶ οἱ τούτων ἄρχον τες ταὐτὸ τοῦτο δρῶσι, καὶ λόγῳ τιμηθέντες κατὰ τοῦ πεποιηκότος λυττῶσι, διὰ δὴ τοῦτο καὶ αὐτοὶ στασιάζονται, ὅπως δι' ὧν πάσχουσι μάθωσιν, ὡς σχέτλιον καὶ παμπόνηρον τὸ παραβαίνειν 4.57 τὴν τάξιν καὶ τοὺς κειμένους ὅρους ἀδεῶς ὑπερβαίνειν. Τούτους δὲ τοὺς ὅρους ἔστιν ἰδεῖν τὰ ἄψυχα στοιχεῖα φυλάττοντα. Καὶ γὰρ ἡ θάλαττα ταῖς καταιγίσι ῥιπιζομένη καὶ κυκωμένη καὶ πρὸς τὴν χέρσον ὠθουμένη τὴν ψάμμον αἰσχύνεται καὶ τοὺς πεπηγότας ὅρους παρελθεῖν οὐκ ἀνέχεται· ἀλλά, καθάπερ ἵππος ὁρμῶν ἀνα χαιτίζεται χαλινῷ, οὕτως ἐκείνη, τὸν ἄγραφον τοῦ Θεοῦ νόμον ἐν ταῖς ἀκταῖς θεωμένη, εἰς τοὐπίσω χωρεῖ, οἷόν τισιν ἡνίαις ἀγχο 4.58 μένη. Οὕτως οἱ ποταμοὶ τρέχουσιν ὥσπερ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ ἀναβλύζουσιν αἱ πηγαί, καὶ τὰ φρέατα χορηγεῖ τοῖς ἀνθρώποις τὴν χρείαν, καὶ αἱ τοῦ ἔτους ὧραι ἀλλήλας εὐρύθμως διαδέχονται, 4.59 καὶ τὴν ἰσότητα τιμῶσαι τοῦ πλείονος οὐκ ἐφίενται. Τοῦτον τὸν νόμον καὶ ἡμέραι καὶ νύκτες διατηροῦσιν ἐνδελεχῶς, καὶ οὔτε μηκυνόμεναι μεγαλαυχοῦσιν οὔτε σμικρυνόμεναι δυσχεραίνουσιν, ἀλλὰ παρ' ἀλλήλων τὸν χρόνον κιχρώμεναι πάλιν ἀναμφισβητή τως τὸ χρέος ἐκτίνουσιν, οὐ ζυγομαχοῦσαι πρὸς ἀλλήλας, ἀλλ' ἔριδος δίχα καὶ παρέχουσαι καὶ λαμβάνουσαι. 4.60 Κἀκεῖνα δὲ ὁμοίως τοῦ δημιουργοῦ τὴν σοφίαν ἐπιδεικνύει καὶ δύναμιν. Οὔτε γὰρ ἡ γῆ ἐν τοσαύταις δὴ χιλιάσιν ἐτῶν ἀρουμένη καὶ σπειρομένη καὶ φυτευομένη καὶ τρέφουσα τοὺς καρποὺς καὶ πατουμένη καὶ μεταλλευομένη καὶ ὑομένη καὶ νιφομένη καὶ φλεγο μένη, μείωσίν τινα πέπονθεν ἢ τοὺς καρποὺς ἐλάττους τοῖς γεωρ γοῦσι προσφέρει, οὔτε ἡ θάλαττα, τῶν νεφῶν διηνεκῶς ἐκεῖθεν ἀνιμωμένων τῶν ὑδάτων τὴν φύσιν, καὶ τὸν ὑετὸν ὠδινόντων καὶ παρεχόντων τῇ γῇ, ἐλάττων ὤφθη πώποτε ἢ κοιλοτέρα ἐγένετο ἢ τὰς ἠϊόνας κατέλιπεν, ἃς πάλαι κατέκρυπτεν, οὔτε μὴν ηὐξήθη 4.61 πάλιν, τοὺς πανταχόθεν εἰσρέοντας ποταμοὺς δεχομένη. Καὶ οὔτι λέγω, πόθεν δὴ ἄρα τῶν ποταμῶν τὰ ῥεύματα φέρεται-ἄρρητος γὰρ δή μοι πάμπαν καὶ οὗτος ὁ λόγος· ὅπως δὲ καὶ ὁ ἥλιος τὴν ὑγρὰν οὐσίαν πέφυκεν ἀναλίσκειν, εὐπετὲς μάλα τῷ βουλομένῳ καταμαθεῖν. Καὶ γὰρ δὴ ξηραίνει τὰ τέλματα καὶ τὰ τῶν ὑδάτων ἀναλίσκει ξυστήματα καὶ τὰ ἡμέτερα σώματα διαυαίνει, καὶ μέντοι τοὺς ποταμοὺς σμικρυνομένους ἔστιν ἰδεῖν, ὅταν οὗτος ἀφεὶς τὰ 4.62 νότια ἐπὶ τὰ βόρεια μέρη τρέχῃ καὶ τὸ θέρος ἐργάζηται. ∆ιά τοι τοῦτο καὶ τὸν Νεϊλόν