1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

43

φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις ποτα μοῖς πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δέ γε πλεῖ στον ἀπέχοντος. Εἰ δὲ καὶ ἄλλας αἰτίας τῆς τούτου γε πλημ μύρας εἶναί φασί τινες, ἀλλ' οὐκ ἔμοιγε ἁρμόττειν τόνδε νῦν τὸν λόγον ὑπείληφα. Καὶ γὰρ τοῖς ἄλλοις παρεγγυῶ τῆς μὲν θείας οἰκονομίας μὴ πολυπραγμονεῖν τὰς αἰτίας, θαυμάζειν δὲ τὰ γινό μενα καὶ τὸν ποιητὴν ἀνυμνεῖν. 4.63 ∆ιὸ δὴ καὶ ἔγωγε θαυμάζω καὶ τοῦ ἀέρος μὴ δαπανωμένην τὴν φύσιν, τοσούτων μὲν ἀνθρώπων, τοσούτων δὲ ἀλόγων ζῴων διαπνεόντων τοῦτον διηνεκῶς, τοσαύτης δὲ ἀκτῖνος καὶ οὕτως ἄγαν θερμῆς τοῦτον διαπερώσης, πρὸς δὲ τῷ ἡλίῳ καὶ τῆς σελήνης καὶ 4.64 τῶν ἀστέρων ταὐτό γε τοῦτο ποιούντων. Ἀλλὰ γὰρ ὑπὲρ θαῦμα τὸ θαῦμα· καὶ κινδυνεύω γε λέγειν, ὡς οὐδὲ θαῦμα τὸ θαῦμα. Θεοῦ γὰρ δημιουργοῦντος, προσήκει θαυμάζειν μὲν ὡς ἥκιστα, ὑμνεῖν δὲ ὡς μάλιστα· πάντα γὰρ αὐτῷ ῥᾴδιον ποιεῖν, ὅσα γε αὐτῷ πρόσφορα. Ἐναπέθετο δὲ καὶ οἷς δεδημιούργηκεν, εἰς ὅσον ταῦτα ξυνεστάναι βούλεται χρόνον, δύναμιν ἀποχρῶσαν. ∆ιά τοι τοῦτο καὶ ἡ γῆ μεμένηκεν, οἵαπερ ἐξ ἀρχῆς ἐγεγόνει, καὶ ἡ θάλαττα οὔτε σμικρύνεται οὔτε αὔξεται, καὶ ὁ ἀὴρ ἣν ἐξ ἀρχῆς ἔλαχε φύσιν, ἄσυλον διετήρησε, καὶ ὁ ἥλιος δὲ τήκειν οὐ δύναται καὶ διαλύειν, ὃ διαθέει στερέωμα, οὔτε μὴν τὸ στερέωμα, ὑγρὸν ὄν, θερμὸν ὄντα τὸν ἥλιον σβέννυσιν· ἕκαστον γάρ, ὃν ἐξ ἀρχῆς ἔλαχε, διεφύλαξε κλῆρον. Τὰς γὰρ ἐναντίας φύσεις ὑγροῦ καὶ ξηροῦ, καὶ αὖ πάλιν ψυχροῦ καὶ θερμοῦ, ξυνήγαγεν εἰς φιλίαν ὁ 4.65 ποιητής. Ὅταν τοίνυν τούτων ἕκαστον ἴδωμεν, καὶ τὸν μὲν ἥλιον νῦν μὲν τὰ βόρεια, νῦν δὲ τὰ νότια, ἄλλοτε δὲ τὰ μέσα τοῦ οὐρα νοῦ διαθέοντα, καὶ τὴν σελήνην αὐξομένην καὶ φθίνουσαν, καὶ τοὺς ἀστέρας κατὰ καιρὸν ἀνίσχοντάς τε καὶ δυομένους καὶ ἀμήτου καιρὸν καὶ σπόρου σημαίνοντας καὶ τοῖς ναυτιλλομένοις χειμῶνα καὶ γαλήνην μηνύοντας, μὴ ταῦτά γε, ὦ φίλοι ἄνδρες, θεοποιή σωμεν, ἀλλὰ τὸν τούτων ποιητὴν καὶ δημιουργὸν καὶ κυβερνήτην ἀνυμνήσωμεν καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ἐκδημή 4.66 σωμεν. Ἀλλὰ γὰρ οὐκ ἐκδημίας ἡμῖν ἀλλὰ πίστεως χρεία· διὰ ταύτης γὰρ μόνης ἰδεῖν ἐκεῖνον δυνάμεθα. Ὅταν ἴδωμεν εἰς καιρὸν τὰς ὥρας μεταβαινούσας, καὶ τὸν ὑετὸν τῇ γῇ χορηγού μενον, καὶ ταύτην φύουσαν καὶ τῇ πόᾳ καλυπτομένην, καὶ τὰ λήϊα κυμαίνοντα καὶ τοὺς λειμῶνας ἀνθοῦντας, καὶ κομῶντα τὰ ἄλση καὶ βρίθοντα τῷ καρπῷ, κινήσωμεν εἰς ὑμνῳδίαν τοῦ ταῦτα δεδωρημένου τὴν γλῶτταν, καὶ μήτε Νύμφας ὀρεστιάδας ἢ πηγαίας ἢ ποταμίας, μήτε τὰς Νηρέως θεοποιήσωμεν θυγατέρας, μήτε τῇ ∆ηοῖ τὸν ἴουλον ᾄσωμεν ἢ τὸν λιτυέρσαν, μὴ ∆ιονύσῳ τὸν διθύραμβον, μὴ τῷ Πυθίῳ μάντει τὸν παιᾶνα, μὴ τῇ Ἀρτέμιδι τὸν οὔπιγγον· ἀλλὰ τῷ ποιητῇ τῶν ὅλων τὴν ∆αυι τικὴν προσενέγκωμεν μελῳδίαν καὶ μετ' ἐκείνου βοήσωμεν· "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίη 4.67 σας." Ὅταν ᾠδικῶν ὀρνίθων ἀκούσωμεν ποικίλα γε ᾀδόντων ᾄσματα καὶ διάφορα, καὶ τεττίγων τερετιζόντων, ἐρρῶσθαι φράσαντες Σειρῆσι καὶ Μούσαις, τὸν πάνσοφον καὶ παναλκῆ Θεὸν προσκυνήσωμεν, τὸν καὶ τοῖς μικροῖς πτηνοῖς τοσαύτην μέλους δωρησάμενον ἁρμονίαν καὶ διὰ πάντων καὶ τρέφοντα καὶ τέρποντα καὶ καταθέλγοντα τῶν ἀνθρώπων τὸ γένος. 4.68 Ταῦτα ταῖς τῶν φιλοσόφων, ὦ φίλοι ἄνδρες, παρεξετάσατε δόξαις, καὶ σκοπήσατε, ὀρθῇ γε καὶ δικαίᾳ χρώμενοι ψήφῳ, τίνα τούτων περὶ Θεοῦ λέγειν πρόσφορα καὶ ἁρμόδια, τὸ ἀγέ νητον εἶναι τὸ πᾶν, ἢ ἀπὸ ταὐτομάτου ξυστήναι, ἢ τὸ ἀπὸ τῶν ἀτόμων καὶ τοῦ κενοῦ ξυναρμοσθῆναι, ἢ τὸ ὑπὸ Θεοῦ μέν, ἐκ δὲ τῆς ὕλης γενέσθαι, ἢ τούτων μὲν ἕκαστον περὶ Θεοῦ λέγειν ἀνόσιον, ἐκεῖνο δέ γε εἰκός τε καὶ ἀληθές, ὡς τῶν ὅλων ποιητὴς ὁ Θεός, οὐ τοῖς ἄλλοις τεχνίταις παραπλησίως ἐξ ὕλης τὰ πάντα δημιουργήσας, ἀλλ' αὐτὸς τὰ πάντα μὴ ὄντα παραγαγὼν καὶ 4.69 παρασχεῖν ἐθελήσας τοῖς μὴ οὖσι τὸ εἶναι. Ῥᾴδιον γὰρ αὐτῷ καὶ ἐκ μὴ ὄντων καὶ ἐξ ὄντων δημιουργεῖν· τοῦτο γὰρ δὴ καὶ