1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

82

ἅπα σιν ἀνθρώποις τοὺς εὐαγγελικοὺς προσενηνόχασι νόμους. Καὶ οὐ μόνον Ῥωμαίους καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ἀλλὰ καὶ τὰ Σκυθικὰ καὶ τὰ Σαυροματικὰ ἔθνη καὶ Ἰνδοὺς καὶ Αἰθίοπας καὶ Πέρσας καὶ Σῆρας καὶ Ὑρκανοὺς καὶ Βακτριανοὺς καὶ Βρεττανοὺς καὶ Κίμβρους καὶ Γερμανοὺς καὶ ἁπαξαπλῶς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων δέξασθαι τοῦ σταυρωθέντος τοὺς νόμους ἀνέπει σαν, οὐχ ὅπλοις χρησάμενοι καὶ πολλαῖς μυριάσι λογάδων οὐδὲ τῇ τῆς Περσικῆς ὠμότητος χρώμενοι βίᾳ, ἀλλὰ πείθοντες καὶ 9.16 δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες πα ροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστη ρίων δεχόμενοι. Εὐεργέτας γάρ τοι ὄντας καὶ σωτῆρας καὶ ἰατρούς, ὡς ἐπιβούλους καὶ πολεμίους οἱ μὲν ἐξήλαυνον, οἱ δὲ καὶ κατέλευον, οἱ δὲ πέδαις καὶ ποδοκάκαις ἐδέσμουν, καὶ τοὺς μὲν αὐτῶν ἀπετυμπάνισαν, τοὺς δὲ ἀνεσκολόπισαν, τοὺς δὲ θηρίοις παρέδοσαν. Ἀλλὰ τοὺς μὲν νομοθέτας κατηκόντισαν, τὸ δὲ τῶν νόμων οὐ κατέλυσαν κράτος· πολλῷ γὰρ ἰσχυρότεροι μετὰ τὴν ἐκείνων ἀπεφάνθησαν τελευτήν. 9.17 Πρὸς γάρ τοι Πέρσας καὶ Σκύθας καὶ τἄλλα βάρβαρα ἔθνη μετὰ τὴν ἐκείνων οἱ νόμοι διέβησαν τελευτήν· καὶ πάντων πολε μούντων, οὐ μόνον βαρβάρων, ἀλλὰ καὶ αὐτῶν γε Ῥωμαίων, διέμειναν τὸ ἴσον ἔχοντες κράτος· καὶ πάντα κάλων Ῥωμαῖοι κινήσαντες, ὥστε τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι τὴν μνήμην, λαμπροτέραν αὐτὴν καὶ περιφανεστέραν ἀπέφηναν· καὶ τοὺς μὲν Λυκούργου καὶ Σόλωνος καὶ Ζαλεύκου καὶ Χαρώνδου καὶ Μίνωος καὶ τῶν ἄλλων νομοθετῶν ἀργεῖν προσέταξαν νόμους, καὶ ἀντεῖπε τῶν ὑπ' ἐκείνοις πολιτευσαμένων οὐδείς, ἀλλ' ὁ λόγος ἐγένετο νόμος· καὶ ἀπέσβη μὲν τῶν πολυθρυλήτων νομο θετῶν ἡ μνήμη, οἱ δὲ Ῥωμαίων νόμοι τὰς τῶν Ἑλλήνων ἰθύνουσι πόλεις. Καὶ ἀργεῖ μὲν παρ' Ἀθηναίοις ὁ Ἄρειος 9.18 πάγος καὶ ἡ Ἡλιαία καὶ τὸ ἐπὶ ∆ελφινίῳ δικαστήριον καὶ ἡ τῶν πεντακοσίων βουλὴ καὶ οἱ ἕνδεκα καὶ οἱ θεσμοθέται καὶ ὁ πολέ μαρχος καὶ ὁ τοῦ ἐνιαυτοῦ ἄρχων-ὀνόματα ἄλλως ἐστὶν ὀλί γοις κομιδῇ γνώριμα τοῖς ἀναγινώσκειν ἐθέλουσι τὰ τοῖς πάλαι ξυγγεγραμμένα· παρὰ δὲ Λακεδαιμονίοις ξενηλασίαν οὐκ ἔστιν ἰδεῖν οὐδὲ τὴν τῶν εἱλώτων δουλείαν οὐδὲ τοὺς νεοδαμώδεις οὐδὲ τὴν ἐκ τῶν Λυκούργου νόμων τῆς παιδεραστίας ἄδειαν οὐδὲ τὰς 9.19 ἐννόμους εἰς τοὺς γάμους παρανομίας. Ὁ γάρ τοι Λυκοῦργος, τῶν νομοθετῶν ὁ ἄριστος, ὡς δοκεῖ τοῖς τῶν Ἑλλήνων σοφοῖς, διηγόρευσεν ἐν τοῖς νόμοις, ὡς οἱ τὴν Λακεδαιμονίων πολιτείαν ξυγγεγραφότες φασίν, ἐξεῖναι καὶ ἀνδράσι καὶ γυναιξὶν ἤδη δεξα μένοις τὸν τοῦ γάμου ζυγόν, ταῖς μὲν ἐξ ἄλλων ἀνδρῶν, τοῖς δὲ ἐκ γυναικῶν ἑτέροις ἀνδράσι ξυνεζευγμένων ποιεῖσθαι παῖδας ἀδεῶς μιγνυμένοις· καὶ τούτους τεθαύμακε τοὺς νόμους ὁ Πλά των, καὶ τὴν ὑπ' αὐτοῦ διαπλασθεῖσαν πόλιν κατὰ τούτους προσέ 9. ταξε πολιτεύεσθαι. Ἀλλὰ τὸν φιλόσοφον, ὡς φιλόσοφον καὶ τῶν νομοθετῶν εἶναι σεμνυνόμενον ἄριστον, φυλάξωμεν ἔσχατον, νῦν δὲ τῶν Πυθίων νόμων-οὐδὲν γὰρ διαφέρει Πυθίους ἢ Λυκουρ γείους καλεῖν-διελέγξωμεν τὴν ἀσθένειαν. Ἅμα τε γὰρ προσέταξαν οἱ Ῥωμαῖοι τούτους ἀργεῖν καὶ τοὺς σφετέρους κρατεῖν, καὶ διελύθη τῶν Λυκούργου τὸ ἄμαχον κράτος· τῶν δὲ ἁλιέων καὶ τελωνῶν καὶ τοῦ σκηνορράφου τοὺς νόμους οὐ Γάϊος ἴσχυσεν, οὐ Κλαύδιος καταλῦσαι, οὐ Νέρων ὁ μετ' ἐκείνους, καὶ ταῦτα δύο τῶν νομοθετῶν τοὺς ἀρίστους κατακοντίσας-καὶ γὰρ 9.21 τὸν Πέτρον ἐκεῖνος καὶ τὸν Παῦλον ἀνεῖλεν, ἀλλ' οὐ ξυνανεῖλε τοῖς νομοθέταις τοὺς νόμους-οὐκ Οὐεσπασιανός, οὐ Τίτος, οὐ ∆ομετιανός, καὶ ταῦτα πολλοῖς κατ' αὐτῶν καὶ παντοδαποῖς χρησάμενος μηχανήμασι· πολλοὺς γὰρ δὴ τούτους ἀσπαζομένους τῷ θανάτῳ παρέπεμψε, παντοδαπαῖς κολαστηρίων ἰδέαις χρησά μενος. Καὶ Τραϊανὸς δὲ καὶ Ἀδριανὸς σφόδρα κατὰ τῶνδε τῶν νόμων παρεταξάτην· ἀλλὰ τὴν μὲν Περσῶν ὁ Τραϊανὸς δυναστείαν κατέλυσε καὶ Ἀρμενίους τῷ Ῥωμαίων