1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

110

"∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου· οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολ λήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου." 12.11 ∆ιὰ δὲ τούτων οὐ μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι μιμήσασθαι δυνα τὸν τὸν παναλκῆ καὶ πάνσοφον Κύριον, ἀλλὰ καὶ αὐτὸν ἡμῖν ὑπέδειξε τὸν τῆς μιμήσεως τρόπον. Οὐ γάρ τοι οὐρανὸν ἡμᾶς καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα δημιουργεῖν ἐκέλευσεν οὐδὲ ἁπλῆν ἔχειν καὶ ἀπερίγραφον φύσιν, ἀλλὰ μόνον ἐχθραίνειν, ἅπερ ἐκεῖνος μεμίσηκε, καὶ φιλεῖν, ἅπερ δὴ μάλα πεφίληκεν. Ταύτην κατορθώσας τὴν ἀρετὴν ὁ προφήτης πρὸς τὸν δεσπότην 12.12 ξὺν παρρησίᾳ βοᾷ· "Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν." Καὶ μετ' ὀλίγα· "Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι." Καὶ πάλιν· "Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ." Καὶ αὖθις· "Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου." Καὶ πάλιν· "Παρανό μους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Καὶ πάλιν· "Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν." Καί· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ 12.13 μέλι καὶ κηρίον τῷ στόματί μου." Καὶ ἕτερα δὲ τῶν εἰρημένων πολλαπλάσια εὕροι τις ἂν ἐν τῇδε τῇ μελῳδίᾳ· ἔμπλεως γὰρ ἡ προφητεία τῆς τοιαύτης διδασκαλίας. Καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης δείκνυσιν ἐν τοῖς νόμοις, τί μὲν ἀρέσκει τῷ τῶν ὅλων Θεῷ, τί δ' αὖ πάλιν ἐχθραίνει. Καὶ μέντοι καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλ καὶ πᾶς ὁτῶν προφητῶν χορὸς ταύτην ἡμᾶς τὴν διαφορὰν ἐξεπαίδευσεν. 12.14 Καὶ αὐτὸς δὲ ὁ τούτων Θεὸς ἐν τοῖς εὐαγγελίοις ἔφη· "Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς." Καὶ πάλιν· "Ὁ ποιήσας καὶ διδάξας μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." Καὶ πάλιν· "Ὁ ἀγαπῶν με τὰς ἐντο 12.15 λάς μου πληρώσει." Καὶ μέντοι κἀν τῇ παραβολῇ τῶν ταλάντων ἔδειξεν, ὡς οὐ μόνον ὧν δέδωκεν ἀπαιτήσει τὸν ἀριθμόν, ἀλλὰ καὶ τὴν ἐργασίαν εἰσπράξεται· καὶ τὸν ταύτην οὐκ ἔχοντα γυμνώ σας τῆς χάριτος, τῷ ζόφῳ παραδώσει πεπεδημένον. Καὶ τὰς παρθένους δὲ τὰς ἀρκοῦν οὐκ ἐσχηκυίας τὸ ἔλαιον ἔξω τοῦ νυμφῶνος κατέλιπε, καὶ ταῦτα παρθένους καλῶν. Καὶ τὸν ἐσθῆτα περιβεβλημένον οὐχ ἁρμόττουσαν γάμῳ τῶν δαιτυμόνων ἐχώρισε καὶ τῆς εὐωχίας ἐξήλασε· καίτοι κληθεὶς εἰσελήλυθεν, ἀλλ' οὐκ αὐτόματος εἰσεπήδησεν· ἀλλ' ἐπειδὴ διὰ μόνην τὴν τοῦ νυμφίου φιλοτιμίαν ἀπολαύσας τῆς κλήσεως οὐκ ἤμειψε τὴν στολήν, 12.16 ἔπαθεν, ἅπερ ἔπαθεν. ∆ιὰ τοῦτο καὶ ὁ θεῖος ἀπόστολος κέκραγε λέγων· "Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτίας ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν 12.17 μέλλοντος τοὺς ὑπεναντίους." Εἶτα ἐκ παραδείγματος τόνδε κρατύνει τὸν λόγον· "Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν· 12.18 Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ." Εἶτα τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν· "Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Καὶ ἑτέρωθι βοᾷ· "Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν."