1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

25

3.t ΠΕΡΙ ΑΓΓΕΛΩΝ ΚΑΙ ΤΩΝ ΚΑΛΟΥΜΕΝΩΝ ΘΕΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΠΟΝΗΡΩΝ ∆ΑΙΜΟΝΩΝ.

3.1 Τῶν σωμάτων ἐκεῖνα θαυμάζειν εἰώθαμεν, ὅσα ἀρτιμελῆ τε καὶ ἄπηρα,

καὶ ὃν ἐξ ἀρχῆς παρὰ τῆς φύσεως ἔλαχεν ἀριθμόν, σῶον ἔχει καὶ ἄρτιον· ὅσοις δὲ τούτων ἐνδεῖ τι ἢ πλεονάζει, 3.2 ταῦτα τέρατα προσαγορεύειν εἰώθαμεν. Καὶ τῆς ἀναρχίας δὲ καὶ τῆς πολυαρχίας ὡς βλαβερῶν κατηγοροῦντες, τὴν μοναρχίαν θαυμάζομεν καὶ τὴν Ὁμηρικὴν ἐπαινοῦμεν γνώμην, ἣ τοῦτον εἰσηγεῖται τὸν νόμον· οὐκ ἀγαθὸν γάρ φησι πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς. 3.3 Ταῦτα δὲ οὐ τηνάλλως ἀδολεσχῶ, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων δεικνύναι τὰ θεῖα πειρώμενος καὶ ἀξιῶν ὑμᾶς, ὦ ἄνδρες, καὶ ἐπ' ἐκείνων τόνδε διατηρῆσαι τὸν ὅρον καὶ ὑγιεῖς μὲν καὶ ἀρτίους ἀποκαλεῖν τοὺς τὴν ἀληθῆ θεολογίαν ἀσπαζομένους, ἣν καὶ ἡ φύσις ἐξ ἀρχῆς παραδέδωκε, καὶ τὰ θεῖα ὕστερον ἐκράτυνε λόγια, ἀναπήρους δ' αὖ προσαγορεύειν μὴ μόνον ἐκείνους, οἳ οὐδένα θεὸν εἶναι νομίζουσιν, ἀλλὰ καὶ τούτους, οἳ εἰς πολλὰ τὸ θεῖον κατεμέρισαν σέβας καὶ τῷ δημιουργῷ τῶν ὅλων τὴν κτίσιν ξυν 3.4 έταξαν. Οὔκουν μόνοι γε ἄθεοι ∆ιαγόρας ὁ Μιλήσιος καὶ ὁ Κυρηναῖος Θεόδωρος καὶ Εὐήμερος ὁ Τεγεάτης καὶ οἱ τούτοις ἠκολουθηκότες, παντάπασι φάντες μὴ εἶναι θεούς, ὡς ὁ Πλού ταρχος ἔφη, ἀλλὰ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ αἱ τῶν φιλοσόφων ξυμμορίαι, παμπόλλους μὲν θεῶν μυθολογήσαντες ὁρμα θούς, ἀνδραποδώδεις δέ τινας καὶ παθῶν ἀνθρωπίνων ἀποφήναντες 3.5 δούλους. Εἰσὶ δὲ οἳ καὶ ἀνέδην τὰ αἴσχιστα πάθη, τὰ παρὰ σφῶν κατηγορούμενα, καὶ ὧν ἐπιμελῶς κρατεῖν τοῖς νέοις παρακε λεύονται, θεούς τε ὠνόμασαν καὶ ὡς θεοῖς τὸ γέρας ἀπένειμαν. 3.6 Ὡς δέ φησιν ὁ Σικελιώτης ∆ιόδωρος, Αἰγύπτιοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὠνόμασαν πρῶτοι καὶ ἐκάλεσαν τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· καὶ Φοίνικας δὲ ὡσαύτως παρ' ἐκείνων τοῦτο μεμαθηκότας τὴν Αἰγυπτίων ζηλῶσαι θεο 3.7 ποιΐαν. Ξυνομολογεῖ δὲ καὶ ὁ Πλάτων ἐν τῷ Κρατύλῳ, καὶ τοὺς Ἕλληνας τόνδε πρῶτον περὶ τῶν καλουμένων θεῶν τὸν πλάνον εἰσδέξασθαι, λέγει δὲ ὧδε· "Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώ πων οἱ περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι." 3.8 Ὁ μὲν οὖν πάνσοφος τῶν ὅλων δημιουργός, ἀνενδεὴς ὢν καὶ οὐδενὸς τὸ παράπαν ἢ ὁρατῶν ἢ ἀοράτων δεόμενος, καὶ οὐρανὸν καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα, ὅσα ἐστὶν αἰσθητά τε καὶ ὁρατά, τῆς τῶν ἀνθρώπων χάριν ἐδημιούργησε χρείας· μᾶλλον δὲ ὑπερέβη τῇ τῆς μεγαλουργίας φιλοτιμίᾳ τὴν χρεῖαν καὶ προσ 3.9 φέρει διὰ τούτων αὐτοῖς παντοδαπῶν ἀπόλαυσιν ἀγαθῶν. Ἥλιος μὲν γὰρ ἀνίσχων καὶ τὴν ἡμέραν ποιῶν πρὸς ἐργασίαν διεγείρει τῶν ἀνθρώπων τὸ γένος· ἡ δὲ σελήνη, τοῦ μείζονος ὑποχωροῦν τος φωστῆρος, τῆς νυκτὸς τὸ ζοφῶδες κεράννυσι καὶ οὔτε τοὺς διαναπαύεσθαι βουλομένους ἀλγύνει τῇ τοῦ φωτὸς περιουσίᾳ καὶ τοῖς ὁδοιπορεῖν ἢ δρᾶν ἄλλο τι βουλομένοις χορηγεῖ δᾳδουχίαν ἀρκοῦσαν· καὶ φθινούσης δὲ ταύτης, οἱ ἀστέρες τήνδε πληροῦσι 3.10 τὴν χρείαν. Ὁ μὲν οὖν δημιουργός, ὡς ἔφην, τοσαύτην τῶν ἀνθρώπων πεποίηται προμήθειαν· οἱ δέ, τῶν μεγίστων τούτων δωρεῶν τετυχηκότες, ποδηγεῖσθαι δέον ἐκ τούτων καὶ τὸν τούτων δημιουργόν τε καὶ χορηγὸν ὡς μεγαλόδωρον ἀνυμνεῖν, τὸν μὲν ἀγέραστον εἴασαν, "ἐσεβάσθησαν δὲ καὶ ἐλάτρευσαν", ἀποστο λικῶς εἰπεῖν, "τῇ κτίσει παρὰ τὸν κτίσαντα", καὶ τῶν δωρεῶν τό τε μέγεθος καὶ τὸ κάλλος ἀφορμὴν αὐτοῖς ἀχαριστίας προὐ ξένησεν. Τὸν γὰρ δοτῆρα τούτων ἠγνόησαν καὶ τούτοις τὸ τῷ 3.11 Θεῷ προσῆκον ἀπένειμαν σέβας. Καίτοι γε προορῶν, ἅτε δὴ πάνσοφος ὤν, ὁ δημιουργὸς τόνδε τῶν ἀνθρώπων