1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

56

ἀποδιδράσκει. Οὐ μόνον δὲ οἱ ἀμφὶ τὸν ∆ημόκριτον καὶ Χρύσιππον καὶ Ἐπίκουρον πάντα κατ' ἀνάγκην ἔφασαν γίνεσθαι, ἀνάγκην καλοῦντες τὴν εἱμαρμένην, ἀλλὰ καὶ Πυθα γόρας ὁ πολυθρύλητος ἀνάγκην εἶπε περικεῖσθαι τῷ κόσμῳ. Ὁ δὲ Παρμενίδης τὴν ἀνάγκην καὶ ∆αίμονα κέκληκε καὶ ∆ίκην καὶ Πρόνοιαν· καὶ ὁ Ἡράκλειτος δὲ πάντα καθ' εἱμαρμένην εἴρηκε γίνεσθαι· ἀνάγκην δὲ τὴν εἱμαρμένην καὶ οὗτος ὠνόμασεν. 6.14 Καὶ Χρύσιππος δὲ ὁ Στωϊκὸς μηδὲν διαφέρειν εἶπε τοῦ εἱμαρ μένου τὸ κατηναγκασμένον, εἶναι δὲ τὴν εἱμαρμένην κίνησιν ἀΐδιον ξυνεχῆ καὶ τεταγμένην. Ζήνων δὲ ὁ Κιτιεὺς δύναμιν κέκληκε τὴν εἱμαρμένην κινητικὴν τῆς ὕλης, τὴν δὲ αὐτὴν καὶ Πρόνοιαν καὶ Φύσιν ὠνόμασεν. Οἱ δὲ τοῦτον διαδεξάμενοι τὴν εἱμαρμένην λόγον ἔφασαν εἶναι τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικου μένων, καὶ πάλιν ἐν ἑτέροις ξυγγράμμασιν εἱρμὸν αἰτιῶν τὴν 6.15 εἱμαρμένην κεκλήκασιν. Καὶ τὴν τύχην δὲ ὡσαύτως οἱ μὲν θεὸν ὑπέλαβον καὶ ὡς θεὸν ἐσεβάσθησαν· ὁ δὲ Πλάτων αἰτίαν εἶναι εἶπε κατά τι ξυμβεβηκὸς γινομένην, καὶ πάλιν ξύμπτωμα φύσεως ἢ προαιρέσεως κέκληκεν. Καὶ ὁ Ἀριστοτέλης δὲ ὡσαύτως αἰτίαν ἔφη κατὰ ξυμβεβηκὸς ἐν τοῖς καθ' ὁρμὴν ἕνεκέν τινος γινομένοις ἄδηλόν τε καὶ ἄστατον. Ἀναξαγόρας δὲ καὶ ∆ημόκριτος καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ. 6.16 Φιλήμων δέ γε ὁ κωμικός, καὶ ταῦτα γέλωτος ὢν ποιητής, ἄντικρυς κατηγορεῖ τῶν θεὸν τὴν τύχην ὑπειληφότων καὶ διαρ ρήδην βοᾷ· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός· οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίνεται, ὡς ἔτυχ' ἑκάστῳ, προσαγορεύεται Τύχη. Οὗτος καὶ τοὺς οἰωνοῖς ἢ κληδόσι χρωμένους κωμῳδῶν ἔφη· ὅταν ἴδω φησί παρατηροῦντα, τίς ἔπταρεν, ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊών, ἀπολῶ σκοποῦντα τοῦτον εὐθὺς ἐν ἀγορᾷ. Αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει. Τὰ πράγμαθ' ὡς πέφυκεν, οὕτω γίνεται. 6.17 Καὶ ὁ Μένανδρος δὲ ἐν ∆εισιδαίμονι παραπλησίως τοὺς τὰ τοιαῦτα παρατηροῦντας γελᾷ, λέγων ὡδί· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί. Ὑποδούμενος τὸν ἱμάντα τῆς δεξιᾶς ἐμβάδος διέρρηξ'. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν· σὺ δὲ σμικρολόγος, οὐκ ἐθέλων καινὰς πρίασθαι. 6.18 Οὕτως ᾔδεσαν καὶ οἱ τὸν ἐν γέλωτι καὶ θεάτροις ἀσπασάμενοι βίον, ὡς τὰ τοιαῦτα δείματα καὶ παρατηρήματα λίαν ἐστὶ κατα γέλαστα. Καὶ Ἀντιφῶν δέ, τινὸς δυσχεραίνοντος καὶ οἰωνὸν χαλεπά τινα σημαίνειν νομίσαντος, ὅτι ἡ ὗς τὰ οἰκεῖα κατέφαγεν ἔκγονα· "Χαῖρε" εἶπεν "ἐπὶ τῷ σημείῳ, ὅτι πεινῶσα τὰ σὰ 6.19 οὐ κατέφαγε τέκνα." Ἔοικε δὲ τούτῳ καὶ τὸ παρὰ τοῦ Βίωνος εἰρημένον. Καὶ γὰρ ἐκεῖνος τὰ τοιάδε γελῶν· "Τί θαυμαστόν" ἔφη, "εἰ καὶ ὁ μῦς τὸν θύλακον διέτραγεν, οὐκ ἔχων ὅ τι φάγῃ; τοῦτο δὲ ἦν θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχεί 6. ρει, τὸν μῦν ὁ θύλακος κατέφαγεν". Καὶ ὁ ∆ιογένης δέ, ὄφεως ὑπέρῳ ἑαυτὸν ἐνειλήσαντος, καί τινος τοῦτο θαυμάσαντος καὶ τέρας εἶναι νομίσαντος· "Μὴ θαύμαζε" εἶπεν· "ἦν γὰρ παρα δοξότερον, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω". Οὕτω πάλιν οὗτος αὐτὸς ἐν οἰκίᾳ τινὸς μοχθηροῦ ἐπιγεγραμ μένον εὑρών· ὁ τοῦ ∆ιὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν. "Καὶ πῶς" ἔφη "ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;" 6.21 Οὕτως ἐκωμῴδουν καὶ οἱ τῷ τῆς δεισιδαιμονίας πλάνῳ δεδου λευκότες τοὺς οἰωνοὺς καὶ τὰς κληδόνας καὶ τὰ παρὰ τῶν πολλῶν ἔτι καὶ νῦν νομιζόμενα τέρατα· καὶ πτάρνυσθαι μὲν τοὺς πταί ροντας ἔλεγον, οὐκ ἄλλοις τι προσημαίνοντας, ἀλλὰ τὸ ξύνηθες ὑπομένοντας πάθος· καὶ τοὺς διαλεγομένους οὐκ ἄλλοις τι προ δηλοῦν, ἀλλὰ περὶ τῶν αὐτοῖς προκειμένων ποιεῖσθαι τοὺς λόγους· καὶ τὸν μῦν ὑπὸ τῆς πείνης ὠθούμενον διατρῆσαι τὸν θύλακον, οὐ χρησμόν τινα τῷ τοῦ θυλάκου δεσπότῃ προλέγοντα· καὶ τοῦ ὑποδήματος τοὺς δεσμοὺς ὡς παλαιοὺς διαρραγῆναι, οὐχ ὡς χρησμολόγους χαλεπόν τι προαγορεῦσαι. 6.22 Ταῦτα σαφῶς ἐπιστάμενος καὶ Ἐπίχαρμος ὁ Πυθαγόρειος τού των μὲν ἁπάντων κελεύει καταφρονεῖν, τὸν δὲ τῶν ὅλων ὀπτῆρα δεδιέναι παρεγγυᾷ· λέγει δὲ οὕτως· οὐδὲν διαφεύγει τὸ θεῖον· τοῦτο