1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

102

ἠσεβηκότων τὰς ἀνηκέστους κολάσεις. Ὀλίγων δέ πῄ τινων ἀπομνημονεύσω κἀγώ· λέγει δὲ οὕτως· "Οἳ δ' ἂν δόξωσιν 11.22 ἀνηκέστως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους πολλοὺς καὶ ἀδίκους καὶ παρανό μους ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τυγχάνει τοιαῦτα ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτ' ἐκβαίνουσιν. Οἳ δ' ἂν ἰατὰ μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ πρὸς μητέρα ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δεῖ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνι αυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας κατὰ τὸν Πυριφλεγέ 11.23 θοντα." Εἶτα διδάσκει, ὅπως βοῶσί τε καὶ ἱκετεύουσι τοὺς ἠδικημένους δοῦναι σφίσι ξυγγνώμην· ἔπειτα ἐκείνων ἀνανευόντων, ὅπως εἰς τὴν λίμνην αὖθις ἀναπεμπόμενοι τὰς αὐτὰς ὑπομένουσι τιμωρίας. Οὕτω δὴ τὰ κολαστήρια δείξας, παραδηλοῖ καὶ τῶν 11.24 εὖ βεβιωκότων τοὺς χώρους, ὧδέ πῃ λέγων· "Οἳ δ' ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως διαβιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοι καὶ ἀπαλ λαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι· ἀλλὰ τούτων δὴ εἵνεκα χρή, ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως μετασχεῖν. 11.25 Καλὸν γὰρ τὸ ἆθλον, καὶ ἡ ἐλπὶς μεγάλη." Κἀν τῷ Γοργίᾳ δὲ τὰ παραπλήσια λέγει· "Ἄκουε δὴ μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λεγέσθω, ἃ μέλλω λέγειν." Καὶ μετ' ὀλίγα· "Τὸν δὲ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν· τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμω 11.26 τήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι." Καὶ αὖθις· "Ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι· καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων ξυγγενῶν, καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ." 11.27 Οὕτως ἀκριβῶς ὁ Πλάτων ἐπίστευεν εἶναι τὰ ἐν Ἅιδου κρι τήρια. Ἐντυχὼν γὰρ Ἑβραίοις ἐν Αἰγύπτῳ, τῶν προφητικῶν πάντως λογίων ἐπήκουσε καὶ τὸν τοῦ πυρὸς ἔμαθε ποταμόν, ὃν ὁ θεσπέσιος ἐθεάσατο ∆ανιήλ, καὶ τοὺς Ἡσαΐου τοῦ θειοτάτου κατέμαθε λόγους. Ἐκεῖνος γάρ που περὶ τῶν κολαζομένων φησίν· "Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται." Καὶ πάλιν· "Τίς ἀναγγελεῖ ἡμῖν, ὅτι πῦρ 11.28 καίεται; τίς ἀναγγελεῖ ἡμῖν τὸν τόπον τὸν αἰώνιον;" Καὶ ἄλλα δὲ τοιαῦτα πλεῖστα ἔστι παρὰ τοῖς προφήταις εὑρεῖν. Ὁ δὲ φιλόσοφος τὰ μὲν ἐκεῖθεν λαβών, τὰ δὲ ἐκ τῶν Ἑλληνικῶν ἀναμίξας μύθων, τοὺς περὶ τούτων ἐποιήσατο λόγους· καὶ τὰ ἐφεξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· "Τῶν" γάρ φησι "δικα στῶν, ὅπερ ἔλεγον, πρῶτον μὲν ὁ Ῥαδάμανθυς ἐκεῖνος, ἂν τοιοῦ τόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔτε ὅστις οὔτε ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς τὸν Τάρταρον, ἐπισημαινόμενος, ἐάν τε ἰάσιμος, ἐάν τε ἀνίατος εἶναι δοκῇ· ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. Ἐνίοτε δέ, Ἕλληνος ἰδὼν ὁσίως βεβιωκυῖαν καὶ μετὰ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ὡς ἔγωγέ φημι, ὦ Καλ λίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαν τος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψεν." 11.29 Καὶ μετὰ βραχέα ἐπήγαγεν· "Ἐγὼ μέν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι καὶ σκοπῶ, ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν.