1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

103

Χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι, βέλτιστος ὤν, καὶ ζῆν, καὶ ἐπειδὰν ἀποθνῄσκω, ἀποθνῄσκειν. Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, καθ' ὅσον δύναμαι· καὶ δὴ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον, τὸν ἀγῶνα τοῦτον, ὅν φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι· καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν 11.30 ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἔλεγον. Ἀλλ' ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσει καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ· καί σε ἴσως τυπτήσει καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ. Τάχα δ' οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέ γεσθαι, ὥσπερ ὑπὸ γραός, καὶ καταφρονήσεις αὐτῶν· καὶ οὐδέν γ' ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἰ ἐπιζητοῦντες εἴχομεν τούτων βελτίω καὶ ἀληθέστερα εὑρεῖν· νῦν δὲ ὁρᾷς, ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι, ὡς χρὴ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ ἐκεῖσε φαίνεται ξυμφέρων." 11.31 Τοιαῦτα κἀν τῷδε τῷ διαλόγῳ καὶ περὶ τῶν αὐτόθι διεξῆλθε καὶ σοφῶς μάλα παρῄνεσεν ἐπιμεληθῆναι τούτων, ἃ τῶν ἐκεῖ κολαστηρίων ἐλευθεροῖ. Κἀν τῷ Κρίτωνι δὲ τοὺς νόμους εἰσάγει λέγοντας τῷ Σωκράτει· "Ἀλλ' ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς 11.32 ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν." Ἐν δὲ τῇ Ἀπολογίᾳ καὶ ἀγαθὸν εἶναι λέγει τὸν θάνατον· "Ἐννοήσωμεν" γὰρ ἔφη "καὶ τῇδε, ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. ∆υοῖν γὰρ θάτερόν ἐστι τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα· ἢ καὶ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῆς ψυχῆς τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον." 11.33 Ἀλλὰ ταῦτα μὲν αὐτοῦ ἐπαινετέον, εἰ καί τινα ἐπιμιξίαν ἔχει τῶν νόθων δογμάτων, τὸν Ῥαδάμανθυν καὶ τὸν Μίνω καὶ τὰς μακάρων νήσους, καὶ μέντοι καὶ τὸ μόνας κολάζεσθαι τὰς ψυχὰς τῶν σωμάτων κεχωρισμένας. Ταῦτα γάρ που τῶν τῆς ἀληθείας δογμάτων ἀλλότρια· ἔχει δέ τινα σμικρὰν ἀμηγέπη ξυγγνώμην, 11.34 τῆς ἀποστολικῆς διδασκαλίας οὐ μετασχών. Τὰς δὲ μετενσωμα τώσεις, ἃς ἐκ τῶν Πυθαγόρου δογμάτων ἐκεῖνος ὑφείλετο, παν τάπασιν, ὦ ἄνδρες, φευκτέον. Κομιδῇ γάρ τοι ἐκεῖνα τὰ δόγματα καταγέλαστα. Περὶ γὰρ δὴ τῶν ψυχῶν τῶν εἰς τὰ σώματα καταπεμπομένων ἐν τῷ Φαίδωνι ἔφη, ὡς ἐνδοῦνται αὗται, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, οἷα ἄττα ἂν καὶ μεμελετηκυῖαι τυγ 11.35 χάνωσιν ἐν τῷδε τῷ βίῳ· "Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; {-} Οἷον τοὺς μὲν γαστριμάργους τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι, ἢ οὐχί; {-} Πάνυ γε εἰκὸς λέγεις. {-} Τοὺς δὲ ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; {-} Ἀμέλει, 11.36 ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα." Καὶ ἵνα μὴ πάντα λέγων μηκύνω, ἔστιν εὑρεῖν αὐτὸν λέγοντα τῶν τὴν πολιτικὴν ἀρετὴν ἠσκηκότων τὰς ψυχὰς εἰς μελίττας μετενσωματουμένας καὶ σφῆκας καὶ μύρμηκας καὶ εἴς γε τὸ ἀνθρώπειον γένος. Ταῦτα δὲ οὐ μόνον γέλωτος ἄξια, ἀλλὰ καὶ οἷς ἤδη εἴρηκεν ἄντικρυς 11.37 ἐναντία. Ἐν ἐκείνοις μὲν γὰρ ἔφη κολάζεσθαι τὰς ψυχάς, τὰς μὲν εἰς τὸν Ἀχέροντα καὶ εἰς τὴν Ἀχερουσίαν λίμνην, τὰς δὲ εἰς τὴν Στύγα καὶ Κωκυτὸν καὶ Πυριφλεγέθοντα βαλλομένας· καὶ τοὺς μὲν ἀνίατα ἐπταικότας ἐν τῷ Ταρτάρῳ τοῖς τοῦ Πυρι φλεγέθοντος ἀεὶ ξυμπεριφέρεσθαι ῥεύμασι, τοὺς δέ γ' ἰάσιμα πλημμελήσαντας, φερομένους ὑπὸ τοῦ κύματος, ἀντιβολεῖν τοὺς ὑπὸ σφῶν ἠδικημένους, ἐπὶ τῆς ὄχθης φαινομένους, καὶ πάλιν ὑπὸ τοῦ κύματος εἰς τὴν λίμνην ἀπάγεσθαι· ἐνταῦθα δὲ τοὺς μὲν ταῖς ἡδυπαθείαις δεδουλευκότας ὄνους γίνεσθαι ἔφη, τοὺς δὲ τυραννικὸν καὶ ἁρπακτικὸν βίον ἠγαπηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ