1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

108

λύκων." Καὶ πάλιν· "Παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν." Καὶ μετ' ὀλίγα· "Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνα· καὶ ἐπαναστήσεται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν των διὰ τὸ ὄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθή 11.74 σεται." Καὶ αὖθις· "Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλε σαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;" Καὶ πάλιν· "Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ." 11.75 Τούτων ἕκαστον, ὦ φιλότης, ἔργῳ πεπληρωμένον ἔστιν ἰδεῖν. Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν· καὶ μαρτυροῦσι τῶν μαρτύρων αἱ θῆκαι, πανταχοῦ γῆς καὶ θαλάττης ἀστράπτουσαι καὶ τῶν θείων προρρήσεων κηρύτ τουσαι τὴν ἀλήθειαν· Οὐ γὰρ δὴ μόνον τοὺς κινδύνους, ἀλλὰ καὶ 11.76 τὴν νίκην αὐτοῖς προηγόρευσεν. "Ἐπὶ ταύτῃ" γὰρ ἔφη "τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κα τισχύσουσιν αὐτῆς." Ἔστι δὲ ἰδεῖν καὶ κατὰ τὴν πρόρρησιν μεμερισμένας τὰς οἰκίας· ἢ γὰρ οἱ ἄνδρες ὑπὸ τῆς πίστεως ζωγρηθέντες ἀπιστούσαις ἔτι ταῖς γυναιξὶ διαμάχονται, ἢ αἱ γυναῖκες τὸν τῆς εὐσεβείας δεξάμεναι ζυγὸν ἀλωμένους ἔτι τοὺς ἄνδρας σαγηνεύειν σπουδάζουσιν. Καὶ ἡ ἀναγκαία διαίρεσις ἕνω σιν ἀξιέπαινον πραγματεύεται. 11.77 Καὶ ἵνα τὰς ἄλλας καταλίπω προρρήσεις, γυνή τις ἀλά βαστρον μύρου τοῖς ἁγίοις αὐτοῦ ποσὶ προσενήνοχεν. Ταύτης τὴν πίστιν ἀποδεχόμενος πρὸς τὸν τῶν μαθητῶν ἔφη χορόν· "Ἀμὴν λέγω ὑμῖν, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας, κηρυχθήσεται καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη εἰς μαρτύριον αὐτῆς." Ταύτην δὲ τὴν πρόρρησιν καὶ νῦν ἐστι περα τουμένην ἰδεῖν· πανταχοῦ γὰρ γῆς καὶ θαλάττης καὶ τὸ εὐαγγέ λιον τὸ θεῖον ἀναγινώσκεται, καὶ τῆς γυναικὸς ἡ πίστις ἀνακη ρύττεται. 11.78 Ἐπειδὴ τοίνυν καὶ ταῦτα προεῖπεν ὁ δεσπότης καὶ τὰ ἐν ἐκείνῳ γε τῷ βίῳ γενησόμενα προηγόρευσεν, ὁρῶμεν δὲ ἀναφαν δὸν τὴν τούτων ἀλήθειαν, ἀναμφισβητήτως κἀκεῖνα δεξώμεθα, ἀπὸ τῶν ἤδη γεγενημένων ποδηγούμενοι πρὸς ἐκεῖνα καὶ κεχρη 11.79 μένοι τούτοις τεκμηρίοις ἐκείνων. Τούτου γὰρ δὴ εἵνεκα καὶ ταῦτα κἀκεῖνα προείρηκεν, ἵνα διὰ τούτων ἐμπεδώσῃ κἀκεῖνα. Καὶ τιμάς, ἃς οὐχ ὑπέσχετο, τοῖς εἰς αὐτὸν πεπιστευκόσι φιλοτίμως ἀπένειμεν· καὶ οὐ μόνον τοῖς ζῶσι παμπόλλην ἔδωκε περιφάνειαν, ἀλλὰ καὶ τοῖς ἄριστα τετελευτηκόσι πλεῖστον ξυνε κλήρωσε σέβας, ἵνα δι' ὧν οὐχ ὑπέσχετο μέν, ἔδωκε δέ, πιστεύ 11.80 σωμεν οἷς ὑπέσχετο. Ὁ γάρ τοι τὰ ταῖς ξυνθήκαις οὐκ ἐγκείμενα δωρησάμενος καὶ φιλοτιμίᾳ τὰς ὑποσχέσεις ὑπερβαλὼν δώσει πάντως, ἅπερ ὑπέσχετο, καὶ ἃ τοῖς ἀγωνιζομένοις ἐπέδειξεν ἆθλα. Σχέτλιον γὰρ τοὺς μὲν γυμνασιάρχους παρέχειν τοῖς ἀθληταῖς τὸν ὑπεσχημένον μισθόν, καὶ τοὺς ἐπί τῴ τινας μισθου μένους μετὰ τὸν πόνον πληροῦν τὰ ξυγκείμενα, τὸν δὲ τῶν ὅλων δημιουργόν, ὃς δι' ἀγαθότητα μόνην καὶ τοῖς μὴ οὖσι τὸ εἶναι παρέσχε καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἐπετέλεσε καὶ τοῖς οὐχ ὁρῶσι τὸ φῶς τὸ τῆς θεογνωσίας ἐχαρίσατο φῶς, τοῦτον φάναι τὰς οἰκείας μὴ πληρώσειν ἐπαγγελίας. 11.81 Εἰ δὲ ἀληθής, ὥσπερ οὖν ἀληθής-θεία γάρ-ἡ ὑπόσχεσις, οὐκ ἀνόνητα, ὦ φίλοι ἄνδρες, τὰ τῆς θείας διδασκαλίας μαθή ματα. Οὐρανῶν γὰρ βασιλείαν καὶ ζωὴν τέλος οὐ δεχομένην καὶ φῶς νοερὸν καὶ τὴν μετὰ τῶν ἀσωμάτων χορείαν τοῖς πειθομένοις ὑπέσχετο, ὥσπερ αὖ κόλασιν αἰώνιον τοῖς ἀπιστοῦσιν ἠπείλησε· 11.82 τοῦτο γὰρ δὴ κἀν τῇ παραβολῇ τῶν ζιζανίων δεδήλωκεν. Ταύτην γὰρ ἑρμηνεύσας ἐπήγαγεν· "Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσιν ἐκ τῆς