1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

29

προσ φέρειν τοῖς νέοις μαθήματα, προστέθεικε καὶ ταῦτα· "Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας, ὅσας Ὅμηρος πε ποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτε ἐν ὑπονοίαις οὔτε ἄνευ ὑπονοιῶν." 3.42 Ταῦτα ἐγὼ οἶμαι καὶ τοῖς πάμπαν λόγων ἀμυήτοις ἐπίδηλα εἶναι, ὡς ἄντικρυς ἐναντία τοῖς ἐν τῷ Τιμαίῳ γραφεῖσιν αὐτῷ. Ἐκεῖ γὰρ ἀδηρίτως τε καὶ ἀναμφισβητήτως τοῖς ποιηταῖς πι στεύειν προσέταξε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀπο δείξεων λέγουσιν· ἐνταῦθα δὲ ἀνέδην αὐτοὺς ἐκωμῴδησεν, ὡς 3.43 ψευδῆ ἄττα καὶ βλάσφημα διαπλάσαντας. Ταύτῃ τοι καὶ ἀλλη γορεῖ τῶν θεῶν τὰ ὀνόματα καὶ τὴν τῶν μύθων αἰσχρότητα ξυ σκιάζειν πειρᾶται. Τούτων δὲ τῶν λόγων ὁ Κρατύλος ἀνάπλεως· ἐν ἐκείνῳ γὰρ δὴ τῷ διαλόγῳ τὸν μὲν Κρόνον ποτὲ μὲν Κόρον ὡς τοῦ νοῦ λόγον ὠνόμασε, ποτὲ δὲ χρόνον, καὶ ῥοώδη φύσιν τὴν Ῥέαν καὶ ἀέρα τὴν Ἥραν· "Ὁ γὰρ πολλάκις" φησί "τῇεὐθείᾳ τῆς Ἥρας χρησάμενος τὸν ἀέρα γε σαφῶς ἀντὶ τῆς 3.44 Ἥρας ἐρεῖ." Καὶ τὴν ὑγρὰν δὲ οὐσίαν Ποσειδῶνα ἐκάλεσεν, ὡς δέοντά τε καὶ δεσμοῦντα τῶν βαδιζόντων τοὺς πόδας καὶ προ βαίνειν κωλύοντα. ∆ήμητρα δὲ τὴν γῆν καὶ αὐτὸς καὶ Ὀρφεὺς καὶ ἄλλοι προσονομάζουσιν, ὡς δὴ μητέρα οὖσαν καὶ τροφὸν τῶν ἐν αὐτῇ διαιτωμένων ἁπάντων. Καὶ Αἰγύπτιοι δὲ τὴν Ἶσιν καὶ τὸν Ὄσιριν ἥλιον εἶναι καὶ σελήνην φασί, ∆ία δὲ τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, ∆ήμητρα δὲ τὴν γῆν, 3.45 τὴν δὲ ὑγρὰν οὐσίαν Ὠκεανόν. Ταῦτα δὲ καὶ ὁ Μανεθὼς καὶ ὁ ∆ιόδωρος γράφει. Τῆς δὲ χθονίας δυνάμεως τὸ ἡγεμονικὸν Ἑστίαν ὠνόμασαν, Ῥέαν δὲ τὴν πετρώδη καὶ ὄρειον, ∆ήμητρα δὲ τὴν πεδινήν, τὴν δὲ φυτικὴν δύναμιν ∆ιόνυσον προσηγό ρευσαν· τὴν δέ γε σελήνην, παρὰ τὸ σέλας ὀνομαζομένην, Ἄρτεμιν ὠνόμασαν, οἷον ἀερότεμιν, ἅτε δὴ διὰ τοῦ ἀέρος ἰοῦσαν 3.46 καὶ τοῦτον τέμνουσαν. Ταύτῃ δὲ τὸν Ἄπιν, τὸν βοῦν δὴ λέγω, Αἰγύπτιοι τρέφουσι, τὸν δὲ Μνεῦιν τῷ ἡλίῳ. Οὕτως ἐρυθριά σαντες τῶν φιλοσόφων τινὲς τοὺς μύθους τῶν ποιητῶν εἰς ἀλλη γορίαν ἐτρέποντο. Τὴν δὲ μυθολογίαν ἐκείνην οὐδὲ Ῥωμαῖοι 3.47 προσεδέξαντο πώποτε· καὶ μάρτυς ἀξιόχρεως ὁ Ἁλικαρνασεὺς ∆ιονύσιος ἐν τῇ Ῥωμαϊκῇ ἀρχαιολογίᾳ τοιάδε περὶ Ῥωμαίωνξυγγράψας· "Οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται, οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονάς, φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως, οὔτε Ζεὺς κατα λύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα." Καὶ τὰς ἄλλας δὲ τῶν Ἑλλήνων ὁμοίως μυθολογίας τε καὶ τελετὰς λέγει παρὰ Ῥωμαίων ἐκβάλλεσθαι. 3.48 Τοῦτο τρίτον εἶδος ἐπινενοῆσθαι τοῖς Ἕλλησι θεοποιΐας εἰρή καμεν· ἔστι δέ γε καὶ τέταρτον, ἐμβροντησίας καὶ παραπληξίας ἐσχάτης μεστόν. Ὃ γὰρ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς ὀνομάζουσι μόριον, τοῦτο θεοποιοῦσιν, ὅπερ τῷ λογισμῷ δου 3.49 λεύειν παρεγγυῶσιν. Καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καλοῦσι καὶ Ἔρωτα, Ἄρεα δὲ τὸν θυμὸν ὀνομάζουσι, τὴν δὲ μέθην ∆ιόνυσον· καὶ τὴν μὲν κλοπὴν Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθηνᾶν· καὶ αὖ πάλιν Ἥφαιστον τὰς τέχνας, ὡς πυρὶ ξυνεργῷ κεχρημέ νας. Καὶ οὐκ αἰσχύνονται τῆς μὲν ἀκολασίας κατηγοροῦντες καὶ τοὺς ταύτης ἐργάτας κολάζοντες, πάλιν δ' αὖ ταύτην γεραί 3.50 ροντες ὡς θεόν, καὶ νόμῳ μὲν τιμωροῦντες τοὺς ἑταιροῦντας καὶ τὰς πορνευομένας, τοὺς δὲ τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνὰς κατασφάττοντες, καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους ἀνασκολοπί ζοντες καὶ ἀποτυμπανίζοντες, τὰ δέ γε τούτων αἴτια τῶν ἁμαρτάδων, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν καὶ τὴν μέθην, θεοὺς οὐρανίους προσαγορεύοντες καὶ θεῖον αὐτοῖς ἀπονέμοντες σέβας, καὶ τοὺς μὲν νόμους ἅπαντας διὰ τάδε τιθέντες τὰ πάθη, αὐτὰ δέ γε τὰ πάθη νόμῳ τιμᾶσθαι κελεύοντες, καὶ τὴν ἀρετὴν δι' ἑτέρων μὲν λόγων θαυμάζοντες, ἐν δέ γε τούτοις ὡς περιττὴν 3.51 ἐξελαύνοντες. Εἰ γὰρ δὴ κατὰ τὸν τούτων λόγον ἡ ἐπιθυμία θεός, ὁ ταύτῃ γε μὴ εἴκων παντάπασιν ἄθεος· καὶ εἰ ἡ μέθη