1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

96

τοῦ πλάνου τὰς τρίβους, ἐπέγνωσαν 10.68 δὲ τὴν τῆς ἀληθείας ὁδόν. "Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν." Ἀντὶ γὰρ δὴ τοῦ προτέρου σκότους τοῦ νοεροῦ φωτὸς ἀπολαύουσι, καὶ τὰς διεστραμμένας καταλιπόν τες ὁδοὺς τὴν εὐθεῖαν ὁδεύουσιν. Εἶτα ὡς ἔτι πλανωμένοις ἐπιτιμᾷ· "Αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπ τοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· ὑμεῖς ἐστε θεοὶ ἡμῶν." Καὶ μετ' ὀλίγα· "Ἰδοὺ ἐγὼ ποιῶ καινά, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς, ... ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, τὸν λαόν μου, ὃν περιε ποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι." Γένος δὲ νῦν αὐτοῦ τοὺς πεπιστευκότας προσηγόρευσεν, ὧν ὠνομάσθη πρωτότοκος δι' ἣν ἀνείληφε σάρκα. 10.69 Ὅτι δὲ περὶ τῶν ἐθνῶν ταῦτα ἔφη, τὰ ἑπόμενα μαρτυρεῖ· "Ἀκούσατε, αἱ νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στῆτε, λέγει Κύριος." Ὅτι δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ τὸ τῶν νήσων ὄνομα καὶ τὸ τῶν ἐθνῶν μαρτυρεῖ. Καὶ πάλιν "Ἀκούσατέ μου, λαός μου· καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν· ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου 10.70 ἔθνη ἐλπιοῦσιν." ∆ιὰ δὲ τούτων ἁπάντων τὴν τῶν ἐθνῶν ἐχρησμῴ δησε σωτηρίαν καὶ τὸν εὐαγγελικὸν νόμον καὶ τὸ τῆς γνώσεως φῶς, ὃ διὰ τῶν ἱερῶν ἀποστόλων πᾶσιν ἀνθρώποις προσήνεγκεν. Βρα χίονα μέντοι οὐ σωματικὸν ὠνόμασε μόριον-ἁπλῆ γάρ τοι ἡ θεία φύσις καὶ ἐλευθέρα ξυνθέσεως-, ἀλλὰ τροπικῶς δεδήλωκε τὴν ἰσχύν. Ἐπειδὴ γὰρ διὰ τῶν χειρῶν καὶ οἱ πολεμοῦντες παρατάττονται, καὶ οἱ γεωργοῦντες ἐργάζονται, καὶ μέντοι καὶ οἱ ἄλλην τινὰ μεταχειρίζοντες τέχνην, εἰκότως διὰ τοῦ βραχίονος παρεδήλωσε τὴν ἰσχύν, ᾗ θαρροῦντες βοῶμεν· "Οὐ φοβηθήσομαι 10.71 κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ." Καὶ αὖθις βοᾷ· "Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε· λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε." Ὁρῶντες τοίνυν βασιλεύοντα τῆς οἰκουμένης τὸν δεσπότην Χριστὸν καὶ πάντα τὰ ἔθνη τούτου τὴν δεσποτείαν ἀσμένως ὑμνολογοῦντα, καὶ νοήσατε 10.72 τὴν προφητείαν καὶ θαυμάσατε τὴν ἀλήθειαν. Ἀκούσατε δὲ καὶ τῶν ἑξῆς· "Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδοξον." Καὶ πάλιν· "Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπον· ἰδού εἰμι, ἰδού εἰμι, ἔθνη, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου." Καὶ πᾶσα δὲ ἡ προφητεία τῶνδε τῶν λόγων ἀνάπλεως. 10.73 Ἀλλ' ἵνα καὶ τοὺς ἄλλους προφήτας ξυνῳδὰ προθεσπίσαντας δείξωμεν, ἀκούσατε Ἱερεμίου βοῶντος· "Ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ Θρόνος Κυρίου· καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη, καὶ οὐ πορεύσονται ὀπίσω τῶν ἐνθυμη 10.74 μάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς." Ἀθρήσατε, ὦ ἄνδρες, τῶν ῥημάτων τὴν ξυμφωνίαν καὶ βλέπετε πάντας πανταχόθεν ἀνθρώπους εἰς ἐκείνην τὴν πόλιν ξυντρέχοντας, ἣ τὸ δεσποτικὸν καὶ σωτήριον ἐδέξατο πάθος, καὶ τὴν μὲν τῶν εἰδώλων ἐξαπάτην βδελυττομένους, τῷ ἐσταυρωμένῳ δὲ τὸ ἐκείνων σέβας προσφέ 10.75 ροντας. Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα· "Τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε· ἐκζητήσατε τρίβους Κυρίου αἰω νίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Καὶ εἶπον· οὐ πορευσόμεθα. Καθέστακα ἐφ' ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Καὶ εἶπον· οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσε τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ πρόβατα ἐν αὐτοῖς." 10.76 Πρώτοις μὲν γὰρ Ἰουδαίοις προσηνέχθη καὶ παρὰ τῶν προφη τῶν καὶ παρὰ τῶν ἀποστόλων τὰ θεῖα κηρύγματα· ἐπειδὴ δὲ ἀντεῖπον ἐκεῖνοι, πᾶσιν ἐδωρήθη τοῖς ἔθνεσι τὰ θεόσδοτα δῶρα· καὶ καλεῖ μὲν "ὁδοὺς" ὁ τοῦ προφήτου Θεὸς τοὺς παλαιοὺς προφήτας, "ὁδὸν" δὲ "ἀγαθὴν" αὐτὸν