1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

66

τῆς οἰκονομίας ἀσπάσησθε λόγον καὶ τῆς ἀξιεράστου καὶ τριποθήτου μὴ διαμάρτητε σωτηρίας.

7.t ΠΕΡΙ ΘΥΣΙΩΝ.

7.1 Φιλοπαίγμονες ὡς ἐπίπαν καὶ φιλογέλωτες τῶν ἀνθρώπων οἱ πλεῖστοι· καὶ θυμήρης αὐτοῖς οὐχ ὁ σπουδαῖος καὶ ξύντονος, ἀλλ' ὁ ὑγρὸς καὶ ἀνειμένος βίος. Ὅθεν δὴ καὶ ῥᾷστα κεκράτηκεν αὐτῶν ὁ παμπόνηρος δαίμων. Οὐ γάρ τοι τὴν ὄρθιον ἐκείνην καὶ στενὴν καὶ τραχεῖαν καὶ δύσπορον καὶ προσάντη βαίνειν ἐκέ λευσεν, ἀλλὰ τὴν πρανῆ καὶ κατάντη καὶ λείαν καὶ εὔπορον. 7.2 Οὐδὲ γὰρ σωφροσύνης αὐτοὺς καὶ δικαιοσύνης ἐπιμελεῖσθαι προσ έταξεν, ἀλλ' ἀκολασταίνειν αὐτοὺς ἀδεῶς καὶ ἀσελγαίνειν καὶ πᾶσαν τολμᾶν ἀνέδην παρανομίαν ἐπέτρεψεν. Τῷ τοι καὶ μάλα ῥᾳδίως τοὺς πλείστους ἐξηνδραπόδισεν. Τό τε γὰρ ἐπίπονον τῆς ἀρετῆς ἀποφυγγάνοντες καὶ τῶν θείων νόμων τοὺς ἱδρῶτας δια διδράσκοντες, ηὐτομόλησαν εὐπετῶς πρὸς τὸν τὰ ῥᾷστα καὶ 7.3 θυμήρη νομοθετοῦντα. Τόνδε δὴ οὖν τὸν τρόπον αὐτοὺς δουλω σάμενος, πρῶτον μὲν τὰς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ἃς ἡ φύσις αὐτοῖς ἐξ ἀρχῆς ἐνέγραψεν, ἐξήλειψε δόξας· ἔπειτα δὲ τὰ πονηρὰ τῶν ψευδωνύμων θεῶν ἐξεπαίδευσε δόγματα καὶ τὸν πολὺν τῶν οὐκ ὄντων ὅμιλον ἀντὶ τοῦ ὄντος ἐδίδαξε προσκυνεῖν, ταύτην ὑποβάθραν καὶ κρηπῖδα τῆς διεφθαρμένης προκαταβαλλόμενος 7.4 βιοτῆς. Ἐπειδὴ γὰρ πλημμελοῦντες οἱ ἄνθρωποι δάκνονται -κεντεῖ γὰρ αὐτοὺς ὁ λογισμὸς ἔνδοθεν καὶ οὐκ ἐᾷ τῆς ἁμαρ τίας ἀκραιφνῆ μεῖναι τὴν ἡδονήν, ἀλλ' ὀδύνῃ ταύτην πικροτάτῃ κεράννυσι· καὶ τοῦτο ἴδοι τις ἂν πάσχοντα καὶ τὸν νεκροσυλίαν καὶ τὸν μοιχείαν τολμῶντα, καὶ μέντοι καὶ τοιχωρύχον καὶ λωπο δύτην καὶ τὸν προδότην καὶ τὸν ἄλλο τι τῶν ἀπειρημένων δρῶντα, -τοιόνδε φάρμακον αὐτοῖς ἀναλγησίας ὁ τῆς κακίας 7.5 ἐμηχανήσατο σοφιστής. Περὶ γὰρ δὴ τῶν καλουμένων θεῶν πονηρὰς αὐτοὺς ἐξεπαίδευσε δόξας· ἀκολάστους γὰρ αὐτοὺς ἀπέ φηνε καὶ λαγνιστάτους καὶ παιδοπίπας καὶ γάμων ἐπιβούλους καὶ πατραλοίας καὶ μητραλοίας καὶ μητράσι καὶ ἀδελφαῖς, καὶ μέντοι καὶ θυγατράσιν ἀνέδην μιγνυμένους καὶ τὰς εὐνὰς τὰς ἀλλήλων λῃστεύοντας καὶ ἁλισκομένους, καὶ παρὰ μὲν τῶν ἠδικημένων δεσμουμένους, παρὰ δὲ τῶν ἄλλων ἀνέδην γελωμένους, καὶ ταῦτα παρὰ μὲν τῶν οὐρανίων, ὡς αὐτοὶ λέγουσιν, ἐν οὐρανῷ τολμᾶσθαι καὶ γῇ, παρὰ δὲ τῶν ἐναλίων ἐν θαλάττῃ καὶ γῇ, παρὰ δὲ τῶν καλουμένων νυμφῶν ἐν ὄρεσι καὶ νάπαις καὶ φάραγξιν. 7.6 Τούτους δὲ τοὺς αἰσχροτάτους καὶ βδελυρωτάτους μύθους οὐ μόνον ποιηταῖς, ἀλλὰ καὶ θεολόγοις καὶ φιλοσόφοις ἐνήχησε, ποικίλως μάλα κατασκευάζων τὸν πλάνον καὶ πλείοσι τῆς ἐξα πάτης χρώμενος διδασκάλοις. Ἐπειδὴ δὲ οὐχ ἅπαντές εἰσι γραμμάτων ἐπιστήμονες οὐδέ γε ποιητικῶν καὶ φιλοσόφων λόγων μεταλαχεῖν ἱκανοί, ἕτερα ἄττα τοῖς ταῦτα μαθεῖν οὐ δυναμένοις 7.7 κατεσκεύασε θήρατρα. Τοὺς γάρ τοι ζωγράφους καὶ χαλκοτύπους καὶ τοὺς τῶν λιθίνων καὶ ξυλίνων ἀγαλμάτων δημιουργοὺς τοιαύ τας τῶν καλουμένων θεῶν γράφειν καὶ γλύφειν καὶ διαπλάττειν εἰκόνας ἐδίδαξεν, ὁποίας οἱ μυθολόγοι τοῖς λόγοις διέγραψαν, ἵνα ἔχωσιν ἀκολασίας ἀρχέτυπα καὶ τῆς ἐπαράτου διδασκαλίας μὴ διαμάρτωσιν οἱ λόγων μεταλαχεῖν οὐ δυνάμενοι· καὶ τῶνδε τῶν ἰνδαλμάτων οὐ μόνον τὰ τούτων τεμένη πεπλήρωκεν, ἀλλὰ καὶ τὰς ἀγορὰς καὶ τὰς ἀγυιάς, καὶ μέντοι καὶ τῶν εὐπόρων τὰς 7.8 οἰκίας. Πανταχῇ γὰρ ἔστιν εὑρεῖν τοὺς καλουμένους θεοὺς ἐρῶν τας καὶ λυττῶντας καὶ θορνυμένους, καὶ τὸν μὲν πατέρα τῶν θεῶν ἀετῷ καὶ ταύρῳ καὶ κύκνῳ προσεικασμένον καὶ τόνδε τὸν τρόπον ταῖς ἐρωμέναις μιγνύμενον, τὸν δὲ λόγιον Ἑρμῆν τρά γον γινόμενον καὶ τὸν τραγοσκελῆ καὶ αἰγόκερων Πάνα παιδο 7.9 ποιοῦντα. Καὶ τί δεῖ λέγειν τοῦ Πυθίου τὸν ἔρωτα καὶ τῆς παρ θένου τὴν