1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

92

οὕτως ἤρξατο· ὦ μέλεοι, τί κάθησθε; 10.29 τοῦτο δὲ διαρρήδην αὐτοῦ διελέγχει τὴν ἄγνοιαν. Εἰ γὰρ ἀληθῶς προεγνώκει τὴν νίκην, οὐ μελέους ἂν αὐτοὺς δήπουθεν, ἀλλὰ τρισολβίους ἐκάλεσε· διακοσίας γάρ τοι πρὸς ταῖς χιλίαις τριήρεις καὶ τριακοσίας ἀνδρῶν ἐνίκησαν μυριάδας. Νικηφόροι τοίνυν καὶ λίαν ὀνομαστότατοι, ἀλλ' οὐ μέλεοι καὶ τρισάθλιοι, οἱ 10.30 ἀοίδιμον καὶ πολυθρύλητον ἀναστήσαντες τρόπαιον. Εἶτα φυγὴν αὐτοῖς παρεγγύησε, τὴν τῆς πολιούχου προμηνύσας ἀσθένειαν· οὐ δύναται γὰρ ἔφη Παλλὰς ∆ί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. Τούτῳ δὲ ἄντικρυς ἐναντίον τὸ ἐφεξῆς. Εἰπὼν γάρ, ὡς ὁ Ζεὺς οὐ πείθεται ποτνιωμένῃ τῇ Ἀθηνᾷ, ὥσπερ μεταμεληθεὶς ἔφη πάλιν· τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. 10.31 Καὶ τοῖς ἐπὶ ξυροῦ ἀκμῆς ἔχουσι τὰς ἐλπίδας οὐκ ἐπέδειξε ξυντόμως σαφῆ τινα πορείας ὁδόν· ἀλλὰ τὴν οἰκείαν ἀμαθίαν τῷ τῶν χρησμῶν ξυνεσκίασεν ἀμφιβόλῳ, τοῦ ψεύδους τὰ φώρια δει 10.32 μαίνων. Παραπλήσιον δὲ καὶ αὐτὸ τοῦ χρησμοῦ τὸ τέλος· ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης ∆ημήτερος ἢ συνιούσης. Ἠγνόει γάρ που, ὡς ἔδειξε, τοὺς τεθνηξομένους, εἴτε Πέρσαι εἶεν, εἴτε Ἀθηναῖοι. ∆ιὰ τοῦτο γυναικῶν ἐμνήσθη μόνων, τὸ δὲ τούτων ἔθνος ἐσίγησεν· καὶ τὸ "σκιδναμένης δὲ ∆ημήτερος ἢ συνιούσης" ἀγνοοῦντός ἐστι παντελῶς τὸν τῆς νίκης καιρόν. Ἀλλ' ἐνταῦθα μὲν ὁ Θεμιστοκλῆς, καὶ ξυνέσει καὶ ἀνδρείᾳ χρη σάμενος, οὐκ εἴασε τοῦ χρησμοῦ παντελῶς διελεγχθῆναι τὸ ψεῦδος· οὐ μὴν καὶ μελέους τοὺς Ἀθηναίους, ἀλλ' εὐδαίμονας 10.33 ἔδειξεν. Λακεδαιμονίοις δὲ καὶ Κνιδίοις οἱ τούτου χρησμοὶ τοῖς μὲν ἧτταν, τοῖς δὲ δουλείαν προὐξένησαν. Λυκούργῳ δὲ τῷ νομοθέτῃ τοὺς ὠμοτάτους ἐκείνους καὶ αἰσχροτάτους νόμους δεδωκέναι φιλοτιμεῖται. Εἰς γὰρ ∆ελφοὺς ἀφικομένῳ ταῦτα ἔφη· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν. ∆ίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω. 10.34 Ὁποίους δὲ οὗτος τέθεικε νόμους, ἐν τῇ πρὸ ταύτης δεδηλώκα μεν διαλέξει. Ξενηλασίας γὰρ ἐνομοθέτησε καὶ παίδων ἔρωτας ἀκολάστους καὶ γυναικῶν ὁμιλίας ἀθέσμους, καὶ τοὺς γαμηλίους ἀνατέτραφε νόμους. Ἀλλ' ὁ σοφώτατος καὶ μουσικώτατος μάντις αὐτὸς ἔφη τούτους δεδωκέναι τοὺς νόμους καὶ θεὸν καλεῖ τὸν ταῦτα νομοθετήσαντα καὶ ἀγνοεῖν ὁμολογεῖ, πότερον χρὴ θεὸν αὐτὸν καλεῖν ἢ ἄνθρωπον· καὶ τὸ τιμιώτερον δοῦναι θελήσας, οὐ 10.35 δέδωκεν ὡς θεός, ἀλλ' "ἔλπομαι" εἶπεν ὡς ἄνθρωπος. Οὗτος καὶ τὰς Λακεδαιμονίων ἐπαινεῖ γυναῖκας ἀδεῶς οἷς ἂν ἐθέλωσι μιγνυμένας καί φησιν· γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. 10.36 Οὗτος καὶ τὸν Ἀρχίλοχον, αἰσχρότατον γενόμενον ποιητήν, ἀοίδιμον προσηγόρευσε καὶ ἀθάνατον· καὶ πρὸς τὸν τοῦδε ἔφη πατέρα· ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ' ἐν ἀνθρώποις. 10.37 Καὶ τῷ Ὁμήρῳ ἔφη· "Ὄλβιε καὶ δύσδαιμον," τὸ μὲν διὰ τὴν ἐπιγενομένην τυφλότητα, τὸ δὲ διὰ τὴν ποίησιν, ἣν κατὰ πάντα εὖ ἔχειν ὑπέλαβε· δι' ἣν αὐτὸν ὁ Πλάτων μύρῳ κατὰ τὰς χελιδόνας ἀλείψας, τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπέπεμψε πόλεως. 10.38 Οὗτος καὶ Κλεομήδη τὸν πύκτην θείας ἐκέλευσεν ἀξιοῦσθαι τιμῆς· ὕστατος ἡρώων, φησί , Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. Ὅσας δὲ οὗτος μιαιφονίας τετόλμηκεν, ἤδη πρόσθεν εἰρήκαμεν. 10.39 Καὶ Μηθυμναίοις δὲ τοῦτον ἔδωκε τὸν χρησμόν· ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, φαλληνὸν τιμῶσι ∆ιωνύσοιο κάρηνον. Καὶ οὐκ ἐρυθριᾷ τῶν θεῶν ὁ σοφώτατος, ὃν Φοῖβον οἱ ποιηταὶ προσωνόμαζον, ὡς δὴ ἁγνὸν καὶ ἀμίαντον, τοῦ ∆ιονύσου τὸ ἀκρο 10.40 πόσθιον τιμᾶσθαι χρησμῳδήσας. Οὗτος ἐμπιπραμένῳ μὲν οὐκ ἐπήμυνε τῷ οἰκείῳ νεῷ, ἔφη δὲ τοῦτον παρὰ τῶν Μοιρῶν εἰλη φέναι τὸν κλῆρον καὶ μονῳδίαν ᾖσε, τὸ πάθος ὀλοφυρόμενος. Ἐγὼ δὲ ταύτης τὸ τέλος ἐρῶ·