1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

107

μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἀσθενής, καὶ ἐπεσκέψασθέ με· 11.64 ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με." Ἐκείνων δὲ φάντων μηδέν τι τούτων πώποτε δεδρακέναι-ἴδιον γὰρ τὸ μετριάζειν τῶν τῆς ἀρετῆς ἀθλητῶν καὶ κατακρύπτειν τὸν πλοῦτον- "ἐρεῖ" φησι "πρὸς αὐτοὺς ὁ βασιλεύς· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε." Οὕτω τούτους ἀνακηρύ ξας καὶ δεδωκὼς τὰ γέρα τῶν πόνων, "ἐρεῖ" φησι "καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." 11.65 ∆ήλας δὲ καὶ τούτοις τῶν τιμωριῶν τὰς αἰτίας ποιεῖ· οὐδεὶς γὰρ ἔδρασεν ἐκείνων, ἃ τῶν δικαίων ἐπετέλεσεν ὁ χορός, καὶ οὐδὲ τὴν ἐσχάτην ἐκείνων ζηλοῦσιν εὐλάβειαν. Ἐκεῖνοι μὲν γάρ, πάντα ἐκεῖνα πεποιηκότες, ἠρνήθησαν· οὗτοι δέ, καὶ μὴ δεδρα κότες, πεποιηκέναι φασίν· ἀλλὰ καὶ τὸν ἔλεγχον δέξονται καὶ τῇ τιμωρίᾳ παραδοθήσονται. 11.66 Ταῦτα, ὦ ἄνδρες, παραβάλετε τοῖς ἐπαινουμένοις τοῦ Πλά τωνος λόγοις. Ὁ γάρ τοι ἄλλος λῆρος καὶ τοῦδε καὶ τῶν ἄλλων τοῦ σκότους ἐκείνου γε ἄξιος· ἃ δέ γε καὶ ἡμεῖς ἐπῃνέσαμεν, 11.67 ἔχει τινὰ πρὸς ταῦτα ξυγγένειαν. Τὰς γάρ τοι κολάσεις καὶ τὰς τῶν ἀγαθῶν ἀντιδόσεις κἀκεῖνος εἶναι ξυνωμολόγησε, καὶ τὰ θεῖα ἐπέδειξε λόγια, καὶ τὰ καινὰ καὶ τὰ παλαιά· δικαστὰς δὲ ἐκεῖνος μὲν ἑτέρους εἰσήγαγε, τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδά μανθυν, ἄνδρας οὐδὲ πάντα ἐπαινουμένους, τοῦ δὲ Μίνω καὶ πολλὰ ἄττα κατηγοροῦσί τινες· ἡμεῖς δὲ προσμένομεν δικαστὴν τὸν ἡμέτερον ποιητήν, τὸν καὶ τὴν φύσιν, ἣν ἔπλασεν, ἀκριβῶς ἐπιστάμενον καὶ ταύτης οὐ μόνον τὰς πράξεις καὶ τοὺς λόγους γινώσκοντα, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐννοίας κινήματα. ∆ικάσει 11.68 δὲ τὴν τῆς ἡμετέρας φύσεως στολὴν περικείμενος· ἀόρατος γὰρ ἡ τῆς θεότητος φύσις. Τῷ τοι καὶ υἱὸν ἀνθρώπου ἑαυτὸν προση γόρευσεν, ἐπειδὴ ταύτην οἱ κρινόμενοι θεωροῦσι τὴν φύσιν. ∆ιὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος ἐν Ἀθηναίοις δημηγορῶν οὕτως ἔφη· "Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." 11.69 Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις καὶ λῆρον ἡγεῖται τῶν ἀποστόλων τὰ ῥήματα, τῇδε μαθέτω τὴν τούτων ἀλήθειαν. Πολλὰ περὶ τοῦ μέλλοντος βίου καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου γε κήρυκες προηγόρευσαν· ἐθέσπισαν δὲ καὶ ἄλλα ἄττα, ἐκείνῳ μὲν οὐδαμῶς, τῷδε δὲ τῷ βίῳ προσήκοντα. Ἐξετάσατε τοίνυν, ὦ ἄνδρες, τὰς τοῦδε πέρι γεγενημένας προρρήσεις· κἂν εὕρητε ἀληθεῖς καὶ τοῖς πράγμασιν ἐναργῶς ξυμβαινούσας, δέξασθε 11.70 ἀδηρίτως ἐκεῖνα τὰ περὶ τῶν μελλόντων τεθεσπισμένα. Τοῦτο δὲ ὧδέ πῃ διασκεπτέον· τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος. Ἴδωμεν τοίνυν, εἰ μὴ τὸ 11.71 πέρας ὁ λόγος ἐδέξατο. Καὶ περὶ μὲν Ἰουδαίων οὐκ οἶμαι ὑμᾶς ἀμφισβητήσειν· ἐκείνης τε γὰρ τῆς πόλεως ἐξελήλανται καὶ τῆς οἰκουμένης γεγένηνται μέτοικοι· τοῦ νεὼ δὲ καὶ τὴν ἐρημίαν καὶ τὴν ἐκ βάθρων κατάλυσιν οἱ μὲν τεθεαμένοι φιλαλήθως ὁμολο γήσατε, οἱ δὲ λοιποὶ τοῖς διηγουμένοις πιστεύσατε. Αὐτόπτης γάρ που κἀγὼ τῆς ἐρημίας ἐκείνης γεγένημαι, καὶ τὴν πρόρρησιν, ἣν ταῖς ἀκοαῖς ἐδεξάμην, ἐθεασάμην τοῖς ὀφθαλμοῖς καὶ τὴν ἀλήθειαν ὕμνησά τε καὶ προσεκύνησα. 11.72 Ὅτι μὲν οὖν ἀψευδὴς οὗτος ὁ λόγος, τὰ πράγματα βοᾷ, μεγίστῃ κεχρημένα φωνῇ· ἐπιζητήσωμεν δὲ καὶ ἄλλης προφητείας τὸ πέρας. Προεῖπε τοῖς ἀποστόλοις ὁ δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς 11.73 ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες· "Ἰδοὺ" γὰρ ἔφη πρὸς αὐτοὺς "ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ