1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

11

τῆς ψήφου τὸν λογισμὸν 1.99 καὶ τοῦτον τῷ μέτρῳ τοῦ ἀνθρωπείου παραθείη ποδός; Ἀλλ' ὅμως εἰσί τινες, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις τιθέμενοι· πι στεύοντες δέ, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα καταδέχονται λέγειν. Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχο μένης; 1.100 Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τόδε σκοπήσωμεν, ὡς ἕκαστος τῶν ἀνθρώπων, τέχνην μαθεῖν ἐθέλων τινά, φοιτᾷ μὲν τῷ διδά σκειν ἐπισταμένῳ, στέργει δὲ τὰ προσφερόμενα παρ' ἐκείνου μαθή ματα· καὶ ὁ μὲν σκυτοτόμος ἐπιδείκνυσιν, ὅπως δεῖ τὸν περιτομέα κατέχειν καὶ τὰ δέρματα διατέμνειν, καὶ μέντοι καὶ ξυρράπτειν καὶ τῷ καλόποδι προσαρμόττειν· ὁ δὲ πιστεύει τοῖς λεγομένοις καὶ οὐκ ἀντιλέγει διδάσκοντι· καὶ ὁ μὲν ἔχει τῶν γινομένων τὴν γνῶσιν, ὁ δὲ στέργει τὴν πίστιν, κατὰ βραχὺ δέ γε διὰ τῆς πί 1.101 στεως προσλαμβάνει τὴν γνῶσιν. Οὕτω δὴ καὶ ὁ ναυπηγὸς ἐκπαι δεύει τὸν μαθεῖν ὀριγνώμενον, πῶς μὲν χρὴ διατείνειν τὴν στάθμην, πῶς δὲ κινεῖν προσήκει τὸν πρίονα, πῶς δὲ τῷ σκε πάρνῳ καὶ τῷ τερέτρῳ καὶ τῷ τρυπάνῳ κεχρῆσθαι· μανθάνει δὲ τούτων ἕκαστον ὁ φοιτῶν, πᾶν γε τὸ κελευόμενον δρῶν καὶ νόμους τοῦ διδασκάλου τοὺς λόγους ποιούμενος καὶ πιστεύων γε δι' ἐκείνου 1.102 κατορθώσειν τὴν τέχνην. Οὕτω καὶ ὁ ἰατρὸς οὐ μόνον ἐκπαιδεύει τὴν ἐπιστήμην, ἀλλὰ καὶ ἰατρεύει τοὺς κάμνοντας· καὶ αὐτὸς μὲν οἶδε τῆς ἰατρείας τὸν λόγον, ὁ δέ γε τῇ νόσῳ παλαίων τοῦτο μὲν οὐκ ἐπίσταται, τῆς νόσου δέ γε πιστεύει διὰ τῆς ἰατρικῆς 1.103 ἀπαλλαγήσεσθαι τέχνης. Καὶ μέντοι καὶ τὸ σκάφος ἰθύνειν μόνοι γε ἴσασιν οἱ τὴν κυβερνητικὴν ἐπιστάμενοι τέχνην, οἱ δὲ πλω τῆρες δι' ἐκείνων πιστεύουσι τοῖς ποθουμένοις λιμέσι προσορμι 1.104 σθήσεσθαι. Οὐκοῦν, ὦ φιλότης, κοινὸν μέν τι χρῆμα πάντων ἡ πίστις, καὶ τῶν μαθεῖν τινα τέχνην ἐφιεμένων καὶ τῶν πλεόντων καὶ γεωργούντων καὶ ἰατροῖς προσεδρευόντων· ἡ δὲ γνῶσις οὐ 1.105 πάντων, ἀλλὰ μόνων τῶν τὰς τέχνας ἐπισταμένων. Αὐτίκα τοί νυν ἢν ἐθελήσωμεν διαγνῶναι χρυσὸν δόκιμόν τε καὶ ἄπεφθον, οὐχ ἡμεῖς τῇ βασάνῳ τοῦτον προσφέρομεν, ἀλλὰ τὸν ἐπιστάμενον τὰ τοιαῦτα δοκιμάσαι κελεύομεν· ὁ δέ, ἢ τῇ λίθῳ προσφέρων ἢ τῷ πυρί, ἢ κίβδηλον ἢ δόκιμον ἀποφαίνει· οὕτω καὶ πολυτελεῖς ὠνούμενοι λίθους, οὐχ ἡμῖν αὐτοῖς τὴν τούτων διάγνωσιν ἐπιτρέ πομεν, ἀλλ' οἷς ὁ χρόνος καὶ ἡ πεῖρα τήνδε τὴν ἐπιστήμην ἐνέ 1.106 θηκεν· καὶ τὴν σηρικὴν δὲ καὶ ποικίλην καὶ χρυσόπαστον ἐσθῆτα εἴ τις πρίασθαι βούλεται, τοῖς τῆς ὑφαντικῆς ἐπιστήμοσιν ἐπιτρέ πει τὴν ἀξίαν τούτοις ἐπιθεῖναι τιμήν· καὶ μὲν δὴ καὶ ὁ σταθμὸν σκευῶν τινων χρυσῶν ἢ ἀργυρῶν ἢ νομισμάτων ἐθέλων μαθεῖν τῷ τὴν στατικὴν ἐπισταμένῳ τέχνην ταῦτα προσφέρει καὶ παρ' ἐκείνου διδάσκεται τὸν σταθμὸν καὶ πιστεύει καὶ οὐκ ἀντιλέγει 1.107 μηνύοντι. Οὔκουν ἁπάντων ἡ ἐπιστήμη, ἀλλὰ τῶν διδασκαλίᾳ καὶ χρόνῳ καὶ πείρᾳ ταύτην μεμαθηκότων. ἡ δέ γε πίστις ἁπάν των ἐστὶ τῶν μαθεῖν τι προθυμουμένων. Ὑποβάθρα μέντοι καὶ κρηπὶς τῆς ἐπιστήμης ἡ πίστις· τὴν μὲν γὰρ πίστιν καὶ οἱ ὑμέ τεροι φιλόσοφοι ὡρίσαντο εἶναι ἐθελούσιον τῆς ψυχῆς ξυγκατάθε 1.108 σιν, τὴν δὲ ἐπιστήμην ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. Ἄτοπον δὲ καὶ λίαν παγχάλεπον, τοὺς μὲν τέχνης ἁπάσης διδασκάλους ἔχειν τὴν ἐπιστήμην, τοὺς δὲ φοιτῶντας τὴν πίστιν, ἐπὶ μόνων δέ γε τῶν θείων παιδευμάτων ἀνατετράφθαι τὴν τάξιν, καὶ πρὸ τῆς πίστεως ἀπαιτεῖσθαι τὴν ἐπιστήμην· οὐχ ἥκιστα γὰρ ἐπὶ τῶν 1.109 ἀοράτων τῶν τῆς πίστεως ὀμμάτων δεόμεθα. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην βοᾷ· "Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμε νον τῷ Θεῷ, ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται." ∆ιά τοι τοῦτο καὶ ἡμεῖς τοῖς προσιούσι καὶ τὰ θεῖα ποθοῦσι μαθεῖν πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς πίστεως διδα σκαλίαν προσφέρομεν, εἶτα τελουμένοις καὶ μυουμένοις δηλοῦμεν, 1.110 τίνων ἐστὶν αἰνίγματα τὰ γινόμενα. Καὶ παρ' ὑμῖν δέ γε ὡσαύ τως τὸν ἱεροφαντικὸν οὐχ ἅπαντες ἴσασι λόγον, ἀλλ' ὁ μὲν πολὺς ὅμιλος τὰ