1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

106

ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν." Ἀρκεῖ μέν, φησί, 11.54 καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ τῆς ἐλευθερίας δωρεὰ τὸν τῆς εὐσεβείας ὑμῖν ἐπιδεῖξαι καρπόν, ἐκ φιλοτιμίας δὲ ὅμως ὁ φιλόδωρος καὶ μεγαλόδωρος Κύριος καὶ τὴν αἰώνιον ὑμῖν δωρεῖται ζωήν, ἵνα ἁμαρτίας καὶ δικαιοσύνης τὸ διάφορον καταμάθητε. Ἡ μὲν γὰρ 11.55 τέλος ἔσχε τὸν θάνατον, ἡ δὲ τὴν ζωὴν τὴν αἰώνιον. Εἶτα μετὰ πλεῖστα καὶ τὸ μέγιστον ἐπιδείκνυσι τῶν δωρεῶν· "Ὅσοι γάρ" φησι "πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ· αὐτὸ τὸ πνεῦμα συμ μαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ 11.56 Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Καὶ Γαλάταις δὲ ἐπιστέλλων τὰ παραπλήσια ἔφη· "Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χρισ τοῦ." Καὶ Τιμοθέῳ δὲ τὴν αὐτὴν διάνοιαν γέγραφεν· "Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, 11.57 καὶ συμβασιλεύσομεν." Καὶ ἄλλην δὲ γράψας αὐτῷ ἐπιστολήν, καὶ ταῦτα ἐντέθεικεν· "Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ." 11.58 Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν. Καὶ νῦν μέν, φησί, "σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγεί 11.59 ρεται σῶμα πνευματικόν." Αὖθις δέ· "Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." Καὶ πάλιν· "Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." 11.60 Καὶ αὐτὸς δὲ ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους ἔφη· "Ὅτι υἱὸς ἀνθρώπου ἐστί, μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ 11.61 δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως." Καὶ πάλιν, τὰ περὶ τοῦ κοινοῦ διηγούμενος τέλους, καὶ ταῦτα προστέθεικεν· "Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκο τισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρα νῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς." ∆ιὰ δὲ τούτων δηλοῖ τῶν ἠπιστηκότων τὸν θρῆνον. Εἶτα 11.62 τὴν περὶ τῶν παρθένων παραβολὴν εἰπών, καὶ ὡς αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα φέρουσαι τὰς λαμπάδας, αἱ δὲ μωραὶ τῆς παστά δος ἀπεστερήθησαν, ἐπειδήπερ αἱ λαμπάδες ἐσβέσθησαν, προσθεὶς δὲ καὶ τὰ τῶν ταλάντων καὶ τῶν οἰκετῶν τῶν σπουδαίων καὶ τοῦ ἀργοῦ τοῦ τὸ τάλαντον κατακρύψαντος καὶ τῷ ἐξωτάτῳ σκότει 11.63 παραπεμφθέντος, ἐπήγαγεν· "Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ που ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ, τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλή λων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύ μων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλο γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γάρ, καὶ ἐδώκατέ