1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

113

ἐζηλωκότας; Πᾶν γὰρ τοὐναντίον ἔδει ποιεῖν· τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην, 12.38 ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν. Ὅτι γὰρ δὴ ταῦτα παγχάλεπα, ἴστε καὶ ὑμεῖς· "Οὐ γὰρ ἐκ δρυός", κατὰ τὸν ποιητικὸν λόγον, "ἢ ἀπὸ πεύκης" γεγένησθε. ∆εδήλωκε δὲ τοῦτο καὶ ὁ Πλάτων ἐν τῷ τῆς Πολιτείας πρώτῳ διαλόγῳ, τὸν Κέφαλον εἰσαγαγὼν τῷ Σωκράτει διαλεγόμενον καὶ λέγοντα· "Εὖ ἴσθι, ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι 12.39 τε καὶ ἡδοναί." Εἶτα πυθομένου τοῦ Σωκράτους, εἰ ἔτι τὸ τῶν ἡδονῶν ἐπανίσταται πάθος, ὑπολαβὼν ἔφη· "Εὐφήμει ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών." Ἐνταῦθα μὲν οὖν περὶ τῆς αἰσχρᾶς ἡδονῆς τοιαῦτα διεξελήλυθεν· ἐν δὲ τῷ Γοργίᾳ περὶ δικαιοσύνης 12.40 καὶ ἀδικίας ὧδέ φησιν· "Χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν, δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίνονται οἱ τοιοῦτοι. Ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ ἔσονται καλοὶ καὶ ἀγαθοὶ ταύτην τὴν ἀρετήν, ἤν τοι δικαίως διαχειρίζωσιν, ἃ ἄν τις ἐπι 12.41 τρέπῃ." Καὶ αὖ πάλιν· "Ἀλλ' ἐν τοσούτοις λόγοις πολλῶν ἐλεγχομένων, μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθόν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι καὶ 12.42 ἰδίᾳ καὶ δημοσίᾳ." Καὶ τούτους δὲ πάλιν τοὺς λόγους ὁ Σωκρά της τῷ Κρίτωνι προσενήνοχε· μετὰ γὰρ πολλοὺς ἑτέρους καὶ τάδε προστέθεικεν· "Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. {-} Οὐδὲ ἀδι κούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδήπερ οὐδα μῶς δεῖ ἀδικεῖν. {-} Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; {-} Οὐ δεῖ δήπου, ὦ Σώκρατες. {-} ∆εῖ δὲ ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι; δίκαιον ἢ οὐ δίκαιον; {-} Οὐδαμῶς. {-} Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώποις τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. {-} Καλῶς λέγεις. {-} Οὔτε οὖν ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ' ἂν ὁτιοῦν πάσχῃ τις ὑπ' αὐτῶν." Τοιαύτην μὲν οὖν ἀδικίας πέρι καὶ δικαιοσύνης Σωκράτης καὶ 12.43 Πλάτων διδασκαλίαν ἐποιησάτην, ἀξιέπαινον ἀληθῶς καὶ λογικὴν καὶ τῇ φύσει τῇ ἀνθρωπίνῃ ξυμβαίνουσαν· τὰ γὰρ ἠθικὰ μαθή ματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν. ∆ιαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ ποιητὴς ἐντέθεικε τῇ φύσει τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν ἐναντίων διάγνωσιν. Ὅθεν οὐ μόνον Σω κράτης καὶ Πλάτων καὶ Ἀριστείδης ὁ Λυσιμάχου καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ τῶν βαρ βάρων πολλοί. 12.44 Καὶ γὰρ Ἑλλάνικος ἐν ταῖς ἱστορίαις ἔφη τοὺς Ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη, ἀσκεῖν δὲ δικαιοσύνην, μὴ κρη φαγοῦντας, ἀλλ' ἀκροδρύοις χρωμένους. Καὶ τοὺς Βραχμᾶνας ἱστοροῦσιν ἕτεροι ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα 12.45 καλύπτοντας. Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγε νῆσθαί φασιν· οὕτως δὲ αὐτὸν ὁ τῆς φιλοσοφίας ἐπυρπόλησεν ἔρως, ὡς ὀνομαστότατον γενέσθαι καὶ παρὰ πᾶσιν ἀοίδιμον. Οὐ γὰρ μόνον ἐγρηγορὼς πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας παρεδήλου σημεῖα· εἰώθει γὰρ τῇ μὲν λαιᾷ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη ξυνέχειν, ταύτῃ πῃ δηλῶν, ὡς πολλῷ μείζων ἐστὶν ἡ ἀγωνία τῆς γλώττης 12.46 καὶ μείζονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. Καὶ Χείρωνα δὲ 12.46 τὸν Κένταυρον Ἕρμιππός φησιν ὁ Βηρύτιος δικαιοσύνης γενέσθαι διδάσκαλον, καὶ Ὅμηρος δὲ αὐτὸν "δικαιότατον τῶν Κενταύ ρων" ἐκάλεσεν. Οὐ τοίνυν μάλα προσήκει θαυμάζειν οὔτε Ἡσίοδον, τραχεῖαν λέγοντα τῆς ἀρετῆς τὴν ὁδὸν καὶ προσάντη καὶ δύσβατον, οὔτε Σιμωνίδην "τὰν ἀρετὰν" εἰρηκότα "ναίειν δυσβάτοις ἐπὶ 12.47 πέτραις." Ἃ γὰρ δὴ τῷ Χείρωνι καὶ τοῖς Ἱππημολγοῖς προσεμαρτύρησεν Ὅμηρος, καὶ ἅπερ Ἀνάχαρσις ἔργῳ μετῆλθεν ὁ Σκύθης, ταῦτα λόγῳ παρῄνεσαν οἱ ἐπαινούμενοι ποιηταί. Καὶ Ἀντισθένης δὲ ὁ Κυνικὸς-Σωκρατικὸς δὲ καὶ οὗτος-τοῦ