1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

17

χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσον ἠδὲ τελευτήν. 2.32 Ἀλλ' ὅμως καὶ ταῦτα παρ' Αἰγυπτίων μεμαθηκώς, οἳ παρ' Ἑβραίων μαθήματά τινα τῆς ἀληθείας παρέλαβον, παρέμιξε τοῦ πλάνου τῇ θεολογίᾳ τινὰ καὶ τῶν ∆ιονυσίων καὶ Θεσμοφορίων τὰ δυσαγῆ παραδέδωκεν ὄργια, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὴν κύλικα, τὸ δηλητήριον πόμα τοῖς ἐξαπατωμένοις προσφέρει. 2.33 Ταὐτὸ δὲ τοῦτο καὶ Πλάτων πεποίηκεν· ἀξιάγαστα γὰρ αὐτοῦ τῷ ὄντι τὰ περὶ τοῦ ὄντος ἐν τῷ Τιμαίῳ ξυγγεγραμμένα. Τίς γὰρ οὐκ ἂν ἀγασθείη λέγοντος ἀκούων; "Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπογινόμενον, ὄντως δὲ 2.34 οὐδέποτε ὄν." Προστίθησι δὲ καὶ τάδε τοῖς εἰρημένοις· "Ταῦτα γὰρ πάντα μέρος χρόνου, τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λαν θάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς. Λέγομεν γὰρ δή, ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· τὸ δὲ ἀεὶ καὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως 2.35 οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι." Τίς οὖν οὕτω φιλαίτιος καὶ μεμψίμοιρος, ὡς νεμεσῆσαι τοῖς εἰρημένοις καὶ μὴ πᾶσαν αὐτοῖς προσμαρτυρῆσαι ἀλήθειαν; Τὸ γὰρ ὂν ἀεὶ γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον, ἀλλοιώσεις παμπόλλους ἐπιδεχόμενον, εἰκότως ἔφη οὐδέποτε εἶναι· τὸ γάρ τοι ἔμβρυον, γενόμενον βρέφος, οὐκέτι ἄρα ἐστὶν ἔμβρυον, ἀλλὰ βρέφος, καὶ αὖ πάλιν τὸ βρέφος, παιδίον γενόμενον, οὐκέτι προσ αγορεύεται βρέφος· οὕτω τὸ παιδίον τὴν τοῦ μειρακίου προσλα βὸν ἡλικίαν, τοῦτο καλεῖται, ὅπερ ἐγένετο, καὶ ὅταν πάλιν εἰς ἄνδρας τελέσῃ, οὐκέτι μειράκιον, ἀλλ' ἀνὴρ ὀνομάζεται, καὶ πρεσβύτης δὲ γεγονώς, τοῦτο αὖ πάλιν προσαγορεύεται, ὅπερ δὴ 2.36 καὶ ἐγένετο. Εἰκότως οὖν ἄρα οὐκ ὄντα ὠνόμασε τὰ γινόμενά τε καὶ ἀλλοιούμενα. Καὶ τῷ Κρίτωνι δὲ διαλεγόμενος ὁ Σωκράτης ἕνα πάντων ὀπτῆρά φησιν· λέγει δὲ ταῦτα· "Καὶ δὴ καὶ περὶ τῶν δικαίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ κακῶν καὶ ἀγαθῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; Ὧι εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ 2.37 ἀδίκῳ ἀπώλλυτο." Καὶ μετ' ὀλίγα πάλιν· "Οὐκ ἄρα γε, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλ' ὅ τι ὁ ἐπαΐων τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς καὶ αὐτὴν ἡ ἀλήθεια." 2.38 Ὁρᾶτε, ὦ ἄνδρες, ὅπως ἐν τούτοις ὁ Πλάτων καὶ ὁ Σωκρά της τὸν τῶν οὐκ ὄντων θεῶν ἐξήλασεν ὁρμαθὸν καὶ μόνον τῶν ὅλων τὸν πρύτανιν αἰδεῖσθαι καὶ φοβεῖσθαι παρεκελεύσατο, διδά σκων ὡς, εἴποτε πλειόνων ἐμνήσθη θεῶν, διὰ τὸν ἐξηπατημένον 2.39 τῶν Ἀθηναίων ὅμιλον τοῦτο ποιῆσαι προσηναγκάσθη. Εἰ γὰρ δὴ καὶ ταῦτα δεδρακὼς ὁ Σωκράτης οὐ διέφυγε τὴν τοῦ κωνείου φιάλην, τί οὐκ ἂν ἔπαθεν, εἰ προφανῶς ἠρνήθη τὸν πολὺν ἐσμὸν τῶν θεῶν; καὶ τοῦτο δῆλον ὁ Πλάτων πεποίηκεν, ἐν οἷς πρὸς 2.40 ∆ιονύσιον ἔγραψεν. Πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ ταῦτα προστέθεικεν· "Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστο λάς, ὅσας τε ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε με μνῆσθαι, ὅμως δὲ νόει καὶ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ, οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. Τῆς μὲν 2.41 οὖν σπουδαίας ἐπιστολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον." Πῶς ἄν τις σαφέστερον τὸν οἰκεῖον ἐπιδείξειε σκοπόν; Γυμνὴν γὰρ ἔδει ξεν, ἣν εἶχε περὶ τῶνδε τῶν ὀνομάτων διαφοράν, μονονουχὶ λέ γων· τῆς τῶν πολλῶν εἵνεκα δόξης τὸ πληθυντικὸν ὄνομα περὶ τοῦ Θεοῦ τίθημι, τὰς ἐξηπατημένας προλήψεις τῶν πολιτῶν ὑφορώμενος· σπουδαίως γὰρ ἐπιστέλλων καὶ θαρρῶν τῷ τε κομί ζοντι καὶ τῷ δεχομένῳ τὰ γράμματα, ἑνικῶς τὸν Θεὸν ὀνομάζω 2.42 καὶ τοῦτον ἀρχὴν ποιοῦμαι τῶν λόγων. Καὶ ἑτέρωθι δὲ περὶ τοῦ ὄντος τοιάδε γέγραφεν· "Τὸν γὰρ