1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

50

καὶ Ἡσαΐαν καὶ Ἱερεμίανκαὶ ἅπαντα τὸν τῶν προφητῶν χορὸν καὶ Ματθαῖον καὶ Ἰωάν νην καὶ Λουκᾶν καὶ Μάρκον καὶ Πέτρον καὶ Παῦλον καὶ πάντα τῶν ἀποστόλων τὸν θίασον ξυνῳδὰ πάντας ἀνθρώπους διδάσκον 5.50 τας. Οὐ γὰρ ἔστιν ἀκοῦσαι τῶν μὲν τούτους, τῶν δὲ ἐκείνους λεγόντων αὐτόχθονας, οὐδὲ τῶν μὲν θνητὴν ἀποφαινομένων, τῶν δὲ ἀθάνατον τὴν ψυχήν, οὐδὲ τούτων μὲν αὐτοκράτορα τῶν πα θῶν καλούντων τὸν λογισμόν, ἐκείνων δὲ ἀνδραποδώδη καὶ δοῦ λον ὀνομαζόντων· ἅπαντες γὰρ ξυμφώνως διδάσκουσιν, ἀπὸ γῆς μὲν καὶ ὕδατος καὶ τῶν ἄλλων στοιχείων διαπλασθῆναι τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ προϋπάρχουσαν εἰς τοῦτο καταπεμφθῆναι, ἀλλὰ μετὰ τὴν τούτου δημιουργηθῆναι διάπλασιν· "Ἔπλασε" γάρ φησιν "ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς 5.51 ψυχὴν ζῶσαν." Νοητέον δὲ τὸ ἐμφύσημα οὐκ ἐκροήν τινα πνεύ ματος ἐκ στόματος γενομένην- ἀσώματον γὰρ δὴ τὸ θεῖον καὶ ἁπλοῦν καὶ ἀξύνθετον-ἀλλὰ τὴν φύσιν αὐτὴς τῆς ψυχῆς, ὅτι 5.52 πνεῦμά ἐστι νοητόν τε καὶ λογικόν. Ταῦτα μὲν οὖν ὁ νομοθέτης ἐν τῇ κοσμογονίᾳ ξυνέγραψε· τὰ παραπλήσια δὲ κἀν τοῖς νόμοις διδάσκει. Περὶ γὰρ δὴ τῆς ἐγκύμονος τῆς ἔκ τινων πληγῶν ἀμβλωσκούσης διαλεγόμενος, διαμορφοῦσθαι πρότερον ἐν τῇ νηδύϊ λέγει τὸ βρέφος, εἶθ' οὕτω ψυχοῦσθαι, οὐ θύραθέν ποθεν τῆς ψυχῆς εἰσκρινομένης, οὐδέ γε ἐκ τῆς γονῆς φυομένης, ἀλλὰ τῷ θείῳ ὅρῳ κατὰ τὸν ἐξ ἀρχῆς ἐντεθέντα ἐν τῇ φύσει νόμον 5.53 δεχομένης τὴν γένεσιν. Τοῦτο καὶ ὁ γενναῖος Ἰὼβ ἐν τοῖς πολυ θρυλήτοις ἀγῶσι πρὸς τὸν ἀγωνοθέτην καὶ ποιητὴν διαλεγόμενος ἔφη· "Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας ἐνέδυσάς με· ὀστέοις δὲ καὶ νεύροις ἔνειράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί· ἡ δὲ ἐπισκοπή 5.54 σου ἐφύλαττέ μου τὸ πνεῦμα." ∆ιὰ δὲ τούτων ἔδειξε μὲν τὴν γαμικὴν ὁμιλίαν, ἔδειξε δὲ τῆς παιδοποιΐας τὰς ἀφορμὰς καὶ τὸν σμικρὸν ἐκεῖνον θορὸν εἰς μυρίας ἰδέας μεταμορφούμενον καὶ τηνικαῦτα τὴν ψυχὴν δημιουργουμένην τε καὶ ξυναπτομένην τῷ σώματι, καὶ μέντοι καὶ μετὰ τὰς ὠδῖνας τὴν θείαν ἐπικουρίαν 5.55 φρουροῦσαν καὶ κυβερνῶσαν. Βοᾷ δὲ καὶ ὁ θεσπέσιος ∆αυίδ· "Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθή σομαι τὰς ἐντολάς σου." Καὶ κατὰ ταὐτὸν καὶ τῆς ποιήσεως ἀναμιμνήσκει τὸν ποιητὴν καὶ τυχεῖν παρ' αὐτοῦ ξυνέσεως ἱκε τεύει. Καὶ ἅπαντες δὲ οἱ προφῆται ξύμφωνα τούτοις τῆς ἀνθρω πείας πέρι διδάσκουσι φύσεως. Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ 5.56 ρος αὐξησάντων τὸ γένος. Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ προστάξαι καὶ αὐτίκα πᾶσαν γῆν καὶ θάλατταν τῶν οἰκητόρων ἐμπλῆσαι· ἀλλ' ἵνα μὴ διαφόρους ὑπολάβωσιν εἶναι τῶν ἀνθρώπων τὰς φύσεις, ἐκ τοῦ ἑνὸς ἐκείνου ζεύγους τὰ μυρία φῦλα τῶν ἀνθρώ πων γενέσθαι ἐκέλευσεν. Ταύτῃ τοι καὶ τὴν γυναῖκα οὐχ ἑτέ ρωθέν ποθεν διέπλασεν, ἀλλ' ἐκ τοῦ ἀνδρὸς τὰς τῆς γενέσεως λαβὼν ἀφορμάς, ἵνα μηδὲ αὐτὴ φύσιν ἔχειν ἑτέραν ὑπολαμβά 5.57 νουσα τὴν ἐναντίαν τοῖς ἀνδράσιν ὁδεύῃ. ∆ιά τοι τοῦτο καὶ τοὺς αὐτοὺς νόμους καὶ ἀνδράσι προσφέρει καὶ γυναιξίν, ἐπειδήπερ ἐν τῷ τοῦ σώματος σχήματι καὶ οὐκ ἐν τῇ ψυχῇ τὸ διάφορον. Λογικὴ γὰρ κἀκείνη ὡς οὗτος καὶ ξυνιέναι δυναμένη καὶ τὸ πρακτέον ἐπισταμένη, καὶ τί μὲν φυγεῖν, τί δὲ μετελθεῖν, πα ραπλησίως εἰδυῖα, ἔστι δὲ ὅτε καὶ τοῦ ἀνδρὸς ἄμεινον τὸ ξυνοί σειν μέλλον εὑρίσκουσα καὶ ἀγαθὴ ξύμβουλος γινομένη· ὅθεν οὐ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν εἰσιτητὸν εἰς τοὺς θείους