1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

54

γνώμης, ἀλλ' εἱμαρμένης ἢ φύσεως ἀνάγκῃ παραβαθέντας τοὺς νόμους. Εἰ δὲ ξυγγνώμην τοῖς πλημμελοῦσιν οὐ νέμουσι, διδά σκουσιν ἄντικρυς, ὡς γνώμης ἔργον ἡ πονηρία. 5.81 Ταῦτα καὶ περὶ τῆς τἀνθρώπου φύσεως φρονεῖν καὶ ἐδιδάχθημεν καὶ διδάσκομεν· καὶ ἀγάμεθα ὁρῶντες τὴν ἐν ἡμῖν φαινομένην τοῦ ποιητοῦ σοφίαν, τὰς διαφόρους τῶν αἰσθήσεων ἐνεργείας ἐξ ἑνὸς μὲν ἐγκεφάλου προφερομένας, ἄλλην δὲ αὐτῷ καὶ ἄλλην προσφερούσας ἀντίληψιν, τὴν μὲν ὁράσεως, τὴν δὲ ἀκροάσεως, καὶ ἄλλην ὀσφρήσεως, καὶ ἑτέραν γεύσεως, καὶ ἄλλην ἁφῆς· καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς 5.82 καιρὸν δεικνυμένην. Ὅταν δὲ ταῦτα καὶ τὰ τούτοις προσόμοια καταμάθωμεν, μετὰ τοῦ προφήτου βοῶμεν· "Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν." Τίς γὰρ ἱκανὸς ἐξικέσθαι λόγος ἢ τῆς ἐν τῷ σώματι φαινομένης ἁρμονίας ἢ τῆς ἐν τῇ ψυχῇ θεωρουμένης σοφίας; πολλῶν γὰρ δὴ τούτων πέρι καὶ Ἱπποκράτει καὶ Γαληνῷ ξυγγραφέντων, καὶ μέντοι καὶ Πλάτωνι καὶ Ξενοφῶντι καὶ Ἀριστοτέλει καὶ Θεο φράστῳ καὶ μυρίοις ἑτέροις, τῶν εἰρημένων πολλαπλάσια παρα λέλειπται, τῶν ὑπὸ τῆς θείας γεγονότων σοφίας τῆς ἀνθρωπίνης διανοίας ἐφικέσθαι μὴ δυναμένης. Οὗ δὴ χάριν καὶ ὁ προφήτης ἐφ' οἷς μὲν κατέλαβεν, ὕμνησεν, ἐφικέσθαι δὲ τῶν ἐν ἡμῖν θεω ρουμένων ἁπάντων οὐ δυνηθείς, τὴν ἧτταν σαφῶς ὡμολόγησεν, ἀρκεῖν νομίσας εἰς ὑμνῳδίαν ἀξίαν τὴν τοιαύτην ὁμολογίαν.

6.t ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΠΡΟΝΟΙΑΣ.

6.1 Τῶν τὸν θαλάττιον βίον ἀσπαζομένων οἱ μὲν τὰς φορτίδας ἐρέττουσιν, οἱ δὲ ταύτας τοῖς οἴαξι διευθύνουσιν, καὶ μέντοι καὶ πᾶς ἁλιευτὴς ἐφ' ἁλιάδος ὀχούμενος χαλᾷ δίκτυον καὶ θηρεύει τοὺς τῶν ὑδάτων τροφίμους, καὶ ἄλλος ἐπὶ πέτρας ἱδρυμένος καθίησιν ὁρμιὰν καὶ δελεάζων περιπείρει τῷ ἀγκίστρῳ τῶν ἰχθύων τινάς· εἰσὶ δὲ οἳ καὶ ναυαγίᾳ χρῶνται καὶ ὑποβρύχιοι γίνονται, ἢ ἐξ ἀβουλίας παρὰ καιρὸν ἀναχθέντες ἢ διὰ θράσος τῆς ζάλης 6.2 κατατολμήσαντες. Ταῦτα δὲ οὐ τηνάλλως ὑθλῶν διεξῆλθον, ἀλλὰ τῶν τῇ κτίσει προσπταιόντων καὶ τῶν ἐν ταύτῃ πρυτανευομένων ἀνέδην κατηγορούντων ἐπιδεῖξαι τὴν ἄνοιαν διά τινος εἰκόνος πειρώμενος. Καὶ γὰρ τὴν κτίσιν οἱ μὲν ὁρῶσι καὶ τὸν ποιητὴν ἀνυμνοῦσιν, οἱ δὲ πλεῖον ἢ δεῖ θαυμάζοντες ἠλιθίως θεοποιοῦσι· καὶ οἱ μὲν τῶν γινομένων ἕκαστον ὑπεράγανται καὶ τὸν τῶν ὅλων ὁρῶσι κυβερνήτην ἄριστά γε ἰθύνοντα καὶ τὴν ἐπὶ τοῖς οἴαξι φαινομένην εὐφημοῦσι σοφίαν, οἱ δὲ τοῖς γινομένοις ἅπασι νε μεσῶσι, καὶ τῶν δρωμένων αὐτοῖς οὐδὲν τὸ παράπαν ἀρέσκει, ἀλλὰ καὶ πλούτου κατηγοροῦσι καὶ κωμῳδοῦσι πενίαν καὶ μέμφον ται νόσῳ καὶ τοὺς ὑγιαίνοντας δυσχεραίνουσι, καὶ ξυλλήβδην εἰπεῖν οὐδὲν αὐτοὺς ἥδει τῶν γινομένων, οὐκ εὐκληρία, οὐ δυσκληρία, ἀλλὰ καὶ τὴν εὐετηρίαν καὶ τὴν τῆς γῆς δυσκολαί νουσιν ἀκαρπίαν, καὶ ὁμοίως αὐτοὺς ἀνιᾷ καὶ πολυπαιδία καὶ ἀπαιδία καὶ εἰρήνη καὶ πόλεμος. 6.3 Οὗ δὴ εἵνεκα τῶν τῆς προνοίας πηδαλίων κατηγοροῦσι· μᾶλ λον δὲ παντελῶς αὐτήν, ὅσον ἧκεν εἰς αὐτούς, ἐξελαύνουσι· καὶ εἱμαρμένην καὶ πεπρωμένην καὶ τύχην καὶ μοίρας εἰσάγουσι καὶ τὴν βιαίαν ἀνάγκην ἐφιστῶσιν ἑκάστῳ καὶ ταύτην φασὶ παρὰ γνώ μην ποιεῖν καὶ τοὺς ἀνδροφόνους καὶ τοὺς τοιχωρύχους καὶ τῶν 6.4 γάμων τοὺς ἐπιβούλους. Φέρε τοίνυν πάλιν τὰς Ἑλληνικὰς ἐξετάσωμεν δόξας, καὶ τοῖς ἀποστολικοῖς ταύτας καὶ προφητικοῖς παραθῶμεν δόγμασιν. Ἀλλὰ τοὺς μὲν ποιητὰς