1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

6

ὑποθέσεις ἐχούσῃ, φιλοσοφία, οὐδ' ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ' ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ' αὐτοῦ τἀγαθοῦ δι' ἐπιστή 1.34 μης καὶ τῆς ἀληθείας." Ἀκούσατε, ὦ ἄνδρες, τοῦ φιλοσόφου τοὺς μὲν τῆς μουσικῆς καὶ τῆς γεωμετρίας καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπιστήμονας οὐ φιλοσόφους, ἀλλ' ὁμοίους φιλοσόφοις προσαγορεύσαντος, τοὺς δὲ τῆς ἀληθείας διδασκάλους ἀληθινοὺς 1.35 ὄντως ὀνομάσαντος φιλοσόφους· καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Νόμων ταῦτά φησιν· "Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπι τρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀγνοοῦσιν ὀνειδιστέον, κἂν πάνυ λογιστικοὶ ὦσι καὶ πάντα κομψὰ καὶ ὅσα πρὸς αὔξην τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα· τοὺς δὲ τοὐναντίον ἔχοντας, τούτους ὡς σοφούς τε προσρητέον, κἄν, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς ἐγχειριστέον ὡς ἔμφροσιν." 1.36 Πῶς ἄν τις ἀληθέστερόν τε καὶ σαφέστερον τὴν νῦν δὴ κατέ χουσαν ἀπαιδευσίαν ἐξελέγχοι καὶ οἴησιν; Τῶν γὰρ δὴ φιλοσόφων ὁ κολοφὼν οὐκ ἐν μαθήσει γραμμάτων, ἀλλ' ἐν ἀληθείας γνώσει τὴν σοφίαν ὁρίζεται· καὶ τοὺς μὲν ταύτην ἐπισταμένους, κἂν μηδὲ τὰ πρῶτα στοιχεῖα γινώσκοιεν, ὀνομάζει σοφούς· τοὺς δὲ διὰ πάσης ἐληλυθότας παιδείας, ἀληθείας δὲ καὶ δικαιοσύνης τὴν ἐπιστήμην οὐκ ἔχοντας, ἀποκρίνει καὶ ἐξελαύνει καὶ ἄρχειν οὐκ 1.37 ἐπιτρέπει. Καὶ μέντοι κἀν τῷ Θεαιτήτῳ τοὺς μετεωρολέσχας διαβάλλων ὧδε λέγει· "Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δ' ὄπισθεν αὐτοῦ καὶ παρὰ 1.38 πόδας λανθάνοι αὐτόν." Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ· "Ἄγροικον δέ τινα καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάντα σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέ 1.39 πειν." Πρὸς δὲ τούτοις ἐπιλέγει καὶ ταῦτα· "Ἡ μὲν γὰρ τούτου γνῶσίς τε καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια καὶ κακία ἐναργής· αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι γίνεσθαι ἐν μὲν πολιτείαις καὶ δυναστείαις γινόμεναι φορτικαί, ἐν δὲ τέχναις 1.40 βάναυσοι." Οὕτως ἄρα ᾔδεσαν ἀκριβῶς καὶ οἱ πᾶσαν λόγων ἰδέαν μεμαθηκότες, ὁπόσον ἡ ἀλήθεια ῥημάτων τε καὶ ὀνομάτων τιμαλφεστέρα, καὶ ὡς οὐδὲν ταύτην λωβᾶται τῆς τοιαύτης κομψείας ἡ ἄγνοια. 1.41 Ἀνθ' ὅτου δὴ οὖν, ὦ φίλοι ἄνδρες, τῆς ἀποστολικῆς διδα σκαλίας τὴν μὲν διάνοιαν καταμαθεῖν οὐκ ἐθέλετε, τὸ δὲ βαρβα ρόφωνον ὀνειδίζετε μόνον, καὶ ταῦτα τῶν ὑμετέρων ἐπαΐοντες φιλοσόφων, ὡς Ἕλληνες μὲν τῆς ἀληθείας ἀπεπλανήθησαν, 1.42 βάρβαροι δὲ μᾶλλον ταύτην ἐξεῦρον; Καὶ γὰρ Πορφύριος ἐκεῖ νος, ὁ τὸν πρὸς ἡμᾶς ἐκθύμως ἀναδεξάμενος πόλεμον, ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας οὕτως ἔφη· "Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα· ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἀπεπλανήθησαν· οἱ δὲ κρα τοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν ὁ θεὸς Αἰγυπτίοις ἐμαρτύρησε, Φοίνιξί τε καὶ Χαλδαίοις, Λυδοῖς τε καὶ Ἑβραίοις." 1.43 Εἰ δὲ καὶ ὁ πάντων ἡμῖν ἔχθιστος κατηγορεῖ μὲν Ἑλλήνων ὡς πλάνῃ δεδουλευκότων, Ἑβραίοις δὲ καὶ Φοίνιξι καὶ Αἰγυπτίοις καὶ Χαλδαίοις μαρτυρεῖ τὴν ἀλήθειαν, καὶ ταῦτα τὸν Ἀπόλλω ἔφησεν ἀνελεῖν, τί δήποτε μὴ πείθεσθε μὲν τῷ φιλοσόφῳ, δέχεσθε δὲ τοῦ ∆ελφικοῦ τρίποδος τὸν χρησμὸν καὶ τὰς ἀκοὰς τοῖς Ἑβραίων προφήταις καὶ ἀποστόλοις ὑπέχετε; καὶ γὰρ ὁ Πύθιος 1.44 τούτους εὑρετὰς ἀληθείας ὠνόμασεν. Εἰ δὲ καὶ Αἰγυπτίους καὶ Χαλδαίους καὶ Φοίνικας τούτοις ξυνέζευξεν, ἰστέον ὡς καὶ Φοί νικες, πρόσχωροι τούτων ὄντες καὶ ἀγχιτέρμονες, παρὰ τούτων ἔμαθον, εἴπερ ἔμαθον, τὴν ἀλήθειαν· καὶ μέντοι καὶ Αἰγύπτιοι πλεῖστον ὅσον τῆς τούτων μετοικίας ἀπώναντο, συχνὸν γὰρ 1.45 ᾤκησαν