1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

37

ἡγησάμενος, ἓν εἶναι τὸ πᾶν ἔφησε, σφαι ροειδὲς καὶ πεπερασμένον, οὐ γενητόν, ἀλλ' ἀΐδιον καὶ πάμπαν ἀκίνητον· πάλιν δ' αὖ τῶνδε τῶν λόγων ἐπιλαθόμενος, ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν. Αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν· ἐκ γῆς γὰρ τάδε πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ. 4.6 Ἀξύμφωνοι δὲ ἄντικρυς οἵδε οἱ λόγοι. Εἰ γὰρ ἀΐδιος ὁ κόσμος, καὶ ἄναρχος· εἰ δέ γε ἄναρχος, καὶ ἀναίτιος· εἰ δὲ ἀναίτιος, οὐκ ἔχει δήπου μητέρα τὴν γῆν. Εἰ δὲ αἰτίαν ἔχει τὴν γῆν, οὐκ ἄρα ἀναίτιος· εἰ δὲ οὐκ ἀναίτιος, οὐδὲ ἄναρχος· εἰ δὲ οὐκ ἄναρχος, 4.7 οὐκ ἄρα ἀΐδιος. Καὶ Παρμενίδης δὲ ὁ Πύρρητος ὁ Ἐλεάτης, Ξενοφάνους ἑταῖρος γενόμενος, κατὰ μὲν τὸν πρῶτον λόγον ξύμφωνα τῷ διδασκάλῳ ξυγγέγραφεν· αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος εἶναί φασιν· οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Αἴτιον δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον, καθάπερ ἐκεῖνος, ἀλλὰ 4.8 καὶ τὸ πῦρ εἴρηκεν οὗτος. Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν· ἄπειρον γὰρ οὗτος ἔφη τὸν κόσμον, 4.9 ἐκείνων φάντων πεπερασμένον. ∆ημόκριτος δὲ ὁ Ἀβδηρίτης ὁ ∆αμασίππου τὴν τοῦ κενοῦ καὶ τῶν ναστῶν πρῶτος ἐπεισήγαγε δόξαν· ταῦτα δὲ Μητρόδωρος ὁ Χῖος ἀδιαίρετα καὶ κενὸν προσ ηγόρευσεν, ὥσπερ αὖ πάλιν Ἐπίκουρος ὁ Νεοκλέους ὁ Ἀθηναῖος, πέμπτῃ γενεᾷ μετὰ ∆ημόκριτον γεγονώς, τὰ ὑπ' ἐκείνων ναστὰ καὶ ἀδιαίρετα δὴ κληθέντα ἄτομα προσηγό 4.10 ρευσεν. Ἀδιαίρετον δὲ καὶ ἄτομον καὶ ναστὸν οἱ μὲν διὰ τὸ ἀπαθὲς ὠνομάσθαι φασίν, οἱ δὲ διὰ τὸ ἄγαν σμικρόν, ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι οὐ δυνάμενον. Καλοῦσι δὲ οὕτω τὰ σμικρότατα ἐκεῖνα καὶ λεπτότατα σώματα, ἃ διὰ τῶν φωταγω γῶν εἰσβάλλων ὁ ἥλιος δείκνυσιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλ 4.11 λόμενα. Τούτοις καὶ Ἔκφαντος ὁ Συρακούσιος ὁ Πυθαγόρειος ἠκολούθησε. Πλάτων δὲ ὁ Ἀρίστωνος ἀρχὰς εἶναι τῶν ὅλων τὸν θεὸν καὶ τὴν ὕλην καὶ τὰς ἰδέας φησίν· Ἀριστοτέλης δὲ ὁ Σταγειρίτης ὁ Νικομάχου εἶδος καὶ ὕλην καὶ στέρησιν· στοιχεῖα δὲ οὐ τέσσαρα, ἀλλὰ πέντε· ἕτερον γὰρ εἶναι τὸ αἰθέριον εἴρη 4.12 κεν, ἄτρεπτόν τε καὶ ἀμετάβλητον. Ξενοκράτης δὲ ὁ Χαλκηδό νιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γέγονε, προσηγόρευσεν. Ζήνων δὲ ὁ Κιτιεὺς ὁ Μνασέου, ὁ Κράτητος φοιτητής, ὁ τῆς Στωϊκῆς ἄρξας αἱρέσεως, τὸν θεὸν καὶ τὴν ὕλην ἀρχὰς ἔφησεν εἶναι. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Βλόσωνος ὁ Ἐφέσιος ἓν εἶναι τὸ πᾶν, ἀκίνητον καὶ πεπερασμένον, ἀρχὴν δὲ τὸ πῦρ ἐσχηκέναι. Ὁ δὲ Ἀπολλωνιάτης ∆ιογένης ἐκ τοῦ 4.13 ἀέρος ἔφη ξυστῆναι τὸ πᾶν. Καὶ τὴν ὕλην δέ γε Θαλῆς μὲν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Ἡράκλειτος καὶ ὁ τῶν Στωϊκῶνὁρμαθὸς τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ἔφασαν εἶναι· ∆η μόκριτος δὲ καὶ Μητρόδωρος καὶ Ἐπίκουρος ἀπαθῆ τὰ ἄτομα καὶ τὸ κενὸν προσηγόρευσαν. Ὁ δέ γε Πλάτων σωματοειδῆ τὴν ὕλην ἔφησεν εἶναι καὶ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον καὶ ἄποιον παντελῶς. Ταῦτα γὰρ πάντα, φησίν, ὕστερον παρὰ τοῦ πεποιηκότος ἐδέξατο. Ἀριστοτέλης δὲ αὐτὴν σωματικὴν 4.14 κέκληκεν, οἱ Στωϊκοὶ δὲ σῶμα. Τὸ δὲ κενὸν οἱ περὶ ∆ημόκριτον τῶν ἀτόμων ὠνομάκασι τόπον, οἱ δὲ ἄλλοι ἅπαντες τοῦτόν γε ἄντικρυς κωμῳδοῦσι τὸν λόγον. Αὐτίκα τοίνυν Ἐμπεδοκλῆς οὕτω φησίν· οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περιττόν. 4.15 Οἱ δὲ Στωϊκοὶ ἐντὸς μὲν τοῦ παντὸς μηδὲν εἶναι κενόν, ἐκτὸς δὲ αὐτοῦ πάμπολύ τε καὶ ἄπειρον. Ὁ δὲ Στράτων ἔμπαλιν ἔξ ωθεν μὲν μηδὲν εἶναι κενόν, ἔνδοθεν δὲ δυνατὸν εἶναι. Οὐ μόνον δὲ ἐν τούτοις διαφωνίᾳ γε πλείστῃ, ἀλλὰ κἀν τοῖς ἄλλοις ἐχρήσαντο. Καὶ γὰρ δὴ τὸν κόσμον Θαλῆς μὲν καὶ Πυθα γόρας καὶ Ἀναξαγόρας καὶ Παρμενίδης καὶ Μέλισσος καὶ Ἡράκλειτος καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Ζήνων ἕνα εἶναι ξυνωμολόγησαν· Ἀναξίμανδρος δὲ καὶ Ἀναξιμένης καὶ Ἀρχέλαος καὶ Ξενοφάνης καὶ ∆ιογένης καὶ Λεύκιππος καὶ ∆ημόκρι 4.16 τος καὶ Ἐπίκουρος πολλοὺς εἶναι καὶ ἀπείρους ἐδόξασαν. Καὶ οἱ μὲν σφαιροειδῆ τοῦτον εἶναι, οἱ δὲ ἑτεροειδῆ· καὶ οἱ μὲν μυλοει δῶς, οἱ δὲ τροχοῦ δίκην περιδινεῖσθαι· καὶ οἱ μὲν ἔμψυχόν τε καὶ ἔμπνουν, οἱ δὲ παντάπασιν ἄψυχον· καὶ οἱ