1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

39

μηχανᾶται, φροντιστὴν εἶναι τούτων ἀπέτρεπεν. Οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι, οὔτε χαρίζεσθαι θεοῖς ἡγεῖτο τὸν ζητοῦντα ταῦτα, ἃ ἐκεῖνοι σα φηνίσαι οὐκ ἠβουλήθησαν· κινδυνεῦσαι δ' ἂν καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα, οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι." 4.27 Καὶ ταῦτα δ' αὖ πάλιν ὁ αὐτὸς τοῦ αὐτοῦ πέρι γέγραφεν· "Οὐ δεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὔτε ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς τῶν ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, δι ελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ 4.28 τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν. Καὶ πρῶ τον μὲν αὐτῶν ἐσκόπει, πότερόν ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι, ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν. Ἐθαύμαζε δέ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν, ὅτι ταῦτα οὐ δύνατόν ἐστιν ἀνθρώποις εὑρεῖν· ἐπεὶ καὶ τοὺς τὰ μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖ 4.29 σθαι πρὸς ἀλλήλους· τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ' ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δ' οὐδ' ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ' ἱερὸν οὔτε βωμὸν οὐδὲ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τυγχάνοντα καὶ θηρία σέβεσθαι. Τῶν δὲ περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ τὰ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι, καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι 4.30 ποτὲ οὐδὲν οὔτ' ἀπολέσθαι." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα διέξ εισι, τὴν πολλὴν ἐκείνων ἀδολεσχίαν ἐλέγχων. Ταῦτα τοὺς μετεωρολέσχας οὐδεὶς τῶν ἡμετέρων ἐγράψατο, ἀλλὰ Ξενοφῶν καὶ Σωκράτης, τῶν Ἑλλήνων οἱ ἄριστοι. Καὶ ῥᾷστον τῷ βουλο μένῳ τοῖς Ξενοφῶντος Ἀπομνημονεύμασιν ἐντυχεῖν καὶ γνῶναι σαφῶς, ὡς ταῦτά γε ἐκεῖνος περὶ τῶν πολυθρυλήτων φιλοσόφων γέγραφεν. 4.31 Εἰ δέ τις οἴεται κἀμὲ συκοφαντῆσαι τοὺς ἄνδρας, τὴν παμπόλ λην αὐτῶν διαφωνίαν ἐλέγξαντα, ἀναγνώτω μὲν Ἀετίου τὴν Περὶ ἀρεσκόντων ξυναγωγήν, ἀναγνώτω δὲ Πλουτάρχου τὴν Περὶ τῶν τοῖς φιλοσόφοις δοξάντων ἐπιτομήν· καὶ Πορφυρίου δὲ 4.32 ἡ Φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει. Ἀπόχρη δὲ καὶ τὰ Ξενοφῶντος, ὧν ἀρτίως ἐμνήσθημεν, μαρτυρῆσαι τοῖς παρ' ἡμῶν εἰρημένοις ἀλήθειαν· μάλα γὰρ ἐκεῖνος καὶ τὴν πολλὴν αὐτῶν ἄγνοιαν καὶ ἣν πρὸς ἀλλήλους ἐσχήκασιν ἐκωμῴδησε διαμάχην. Ἐγὼ δὲ τοὺς μὲν ἄλλους ἅπαντας παραλείψω, Πλάτωνος δὲ τὰ μὲν ἐπαινέσομαι, τὰ δέ, ὡς οὐκ εὖ ἔχοντα, διελέγξω· ἐκεῖνα μὲν γὰρ αὐτοῦ λίαν ἐστὶν ἀξιέπαινα, ἅπερ ἐν 4.33 τῷ Τιμαίῳ γέγραφε· "Λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνεστήσατο." Εἶτα ἐπήγαγε τὴν ἀρίστην ἐκείνην καὶ θαύματος ἀξίαν ἀπόκρισιν· "Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ." Παραπλήσια δὲ οὐ κατὰ τὴν φύσιν εἴρηκεν, ἀλλὰ κατ' αὐτό γε μόνον τὸ εἶναι. Ὥσπερ γὰρ αὐτός ἐστιν, οὕτως ἠβουλήθη καὶ τὰ μὴ ὄντα γενέσθαι τε καὶ εἶναι· ἀλλ' αὐτὸς μὲν ἔστι, παρ' οὐδενὸς τὸ εἶναι λαβών, τοῖς δὲ γενητοῖς αὐτὸς τὸ εἶναι δεδώ 4.34 ρηται. Ξυγγενῆ δὲ τοῖς εἰρημένοις καὶ τάδε· "Οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ 4.35 θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας." Κἀνταῦθα πάλιν ἀνενδεῆ τὸν Θεὸν ἔφησεν εἶναι, καὶ δι' ἀγαθότητά γε μόνην τὰ πάντα πεποιηκέναι· θεοὺς δὲ καὶ δαίμονας κέκληκεν, οὓς ἡμεῖς ἀγγέλους