1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

97

τὸν Σωτῆρα καὶ Κύ 10.77 ριον. Καθάπερ γὰρ εἰς τὴν βασίλειον λεωφόρον αἱ ἀπὸ τῶν κωμῶν καὶ τῶν ἀγρῶν εἰσβάλλουσιν ἀτραποί, οὕτως ἅπαντες οἱ προφῆται ταύτην τοῖς πιστεύειν ἐθέλουσιν ὑπεδείκνυον τὴν ὁδόν· καὶ αὐτὸς δὲ ὁ δεσπότης ἐν τοῖς ἱεροῖς εὐαγγελίοις βοᾷ· "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια." Παραινεῖ τοίνυν Ἰου δαίοις τὰ τῶν προφητῶν ἀναγνῶναι θεσπίσματα καὶ ζητῆσαι τὸ 10.78 θεσπιζόμενον. Ἐπειδὴ δὲ ἀντεῖπον ταῖς προφητείαις, τὴν ἀπο στολικὴν προσενήνοχε σάλπιγγα. Ἐπειδὴ δὲ πάλιν εἶπον· "Οὐκ ἀκουσόμεθα", βοῶσι πρὸς αὐτοὺς οἱ θεῖοι ἄνδρες, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ 10.79 ἔθνη πορευσόμεθα." Πάλιν μέντοι ὁ προφήτης τῶν ἐθνῶν τὴν σωτηρίαν θεσπίζει καὶ πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν· "Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπὸ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια, εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ 10.80 θεοί." Τί τούτων ἐναργέστερον τῶν ῥημάτων; Ὡς γὰρ παρὼν ὁ προφήτης καὶ θεώμενος τὴν τῆς οἰκουμένης μεταβολὴν καὶ τῆς τῶν ἐθνῶν μεταμελείας ἀκούων, καὶ κωμῳδούντων ἐπαΐων τὴν τῶν εἰδώλων ἀσθένειαν, οὕτω ξυνέγραψε τὸν χρησμόν. 10.81 Καὶ Ἀμὼς δὲ ὁ προφήτης οὐ μόνον τὴν τῶν ἐθνῶν σωτηρίαν, ἀλλὰ καὶ τὴν Ἰουδαίων προλέγει διασποράν, μᾶλλον δὲ διὰ τῆς ἐκείνου γλώττης αὐτὸς ὁ τῶν ὅλων Θεός· "Ἰδοὺ" γάρ φησιν "ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον 10.82 Ἰσραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ." Καὶ μετ' ὀλίγα· "Τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἂν ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, 10.83 λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα." Εἰ δέ τις βούλεται μαθεῖν, τίς ἡ σκηνή, ἀκουσάτω τοῦ θεσπεσίου Ἰωάννου λέγον τος· "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατ ρός· πλήρης χάριτος καὶ ἀληθείας." 10.84 Βοᾷ δὲ καὶ Σοφονίας· "Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῆς γῆς· καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ καὶ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν." Ἐπειδὴ γὰρ Ἰουδαίους εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν ξυντρέχειν ἐκέλευσεν, ἀναγκαίως προστέθεικεν, ὡς τῶν καλουμένων θεῶν ἀφανῶν γενομένων, τὸν ἀληθινὸν ἕκαστος προσκυνήσει Θεόν, οὐκ εἰς ἐκείνην τρέχειν τὴν πόλιν ἀναγκαζόμενος, ἀλλ' ἐν ταῖς οἰκίαις καὶ πόλεσι καὶ κώμαις καὶ ἀγροῖς τὸ σέβας προσ 10.85 φέροντες. Καὶ μετ' ὀλίγα δὲ πάλιν φησίν· "Τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτοῖς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι." Τὴν γὰρ δὴ μίαν τῶν ἀποστόλων γλῶτταν, Γαλιλαίαν οὖσαν, εἰς τὰς ἁπάντων τῶν ἐθνῶν κατεμέρισε γλώττας καὶ προσενήνοχεν ἅπασι τὴν σωτήριον 10.86 κλῆσιν. Καὶ μέντοι καὶ διὰ Ζαχαρίου ξύμφωνα προθεσπίζει· "Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών· διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου· καὶ γνώσῃ, ὅτι Κύριος 10.87 παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ." Ἐν δὲ τούτοις ὁ Μονο 10.87 γενὴς καὶ τὸ οἰκεῖον καὶ τὸ τοῦ Πατρὸς ἐπέδειξε πρόσωπον. Ἀπεστάλθαι δὲ εἴρηκεν, ἐπειδήπερ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθ ρωπος ἐπεφάνη· πρέπει δὲ αὐτῷ τὴν ὑπὲρ τῶν ἀνθρώπων δικαιο σύνην παραγενομένῳ πληρῶσαι καὶ δεῖξαι τὴν ἐπαινουμένην 10.88 ὑπακοήν. Καὶ πάλιν· "Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ