1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

8

φωνήν. Εἰ δ' ἀποχρῆν εἰς πίστιν ἐνόμιζον καὶ οἱ λέγοντες καὶ οἱ ἀκούοντες τὸ Πυθαγόρου εἶναι δόγματα καὶ μαθήματα, τίς οὕτως ἄρα ἠλίθιος, μᾶλλον δὲ ἄγαν ἐμβρόντητος, ὡς τοῦ Θεοῦ τῶν ὅλων διδάσκοντος ἐνδοιάσαι καὶ μὴ πιστεῦσαι τοῖς λεγομένοις καὶ μηδὲ τοσοῦτον ἀπονεῖμαι σέβας τῷ τῶν ὅλων Θεῷ, ὅσον τῷ Πυθαγόρᾳ προσένεμον οἱ τῆς ἐκείνου διδασκαλίας 1.58 μετεσχηκότες; Πῶς δέ γε, ὦ φίλοι ἄνδρες, οὐ σχέτλιον, τὸν μὲν Πλάτωνα καὶ τοῖς ποιηταῖς ἀνενδοιάστως πιστεύειν παρεγγυᾶν, ἡμῖν δὲ χαλεπαίνειν ὑμᾶς, ὅτι δὴ τῷ Θεῷ διδάσκοντι παραινοῦμεν 1.59 πιστεύειν; Ἢ οὐ Πλάτωνος ἐκεῖνα τὰ ῥήματα· "Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδό των. Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων 1.60 ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον." Ταῦτα ἐν τῷ Τιμαίῳ περὶ τῶν ποιητῶν ὁ Πλάτων εἴρηκε καὶ προσέταξεν Ὁμήρῳ καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις ποιηταῖς μυθολογοῦσι πιστεῦσαι καὶ οὐκ ᾐδέσθη φάναι, ὅτι ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, καὶ ταῦτα κωμῳδῶν ἀλλαχοῦ τὰ παρ' ἐκείνων λεγόμενα, ὡς ἐν ἑτέρῳ δὴ χωρίῳ σαφῶς ἐπιδείξομεν. 1.61 Εἰ δὲ τοῖς τοὺς λήρους ἐκείνους μυθολογοῦσι καὶ τοὺς αἰσχρο 1.61 τάτους διαπλάττουσι μύθους πιστεύειν ὁ Πλάτων παρακελεύεται καὶ μηδεμίαν αὐτοὺς ἀπόδειξιν ἀπαιτεῖν, πολλῷ μᾶλλον ὁσιώτε ρόν τε καὶ δικαιότερον τοῖς θεσπεσίοις ἀποστόλοις καὶ προφήταις πιστεῦσαι, αἰσχρὸν μὲν οὐδὲν οὐδὲ μυθῶδες οὐδὲ ἀπίθανον λέ γουσι, θεοπρεπῆ δὲ ἅπαντα καὶ παναγῆ διδάσκουσι καὶ σωτήρια. 1.62 Ὅτι δέ γε καὶ οἱ ταῖς δόξαις τῶν φιλοσόφων ἀκολουθήσαντες, πίστει χρώμενοι ποδηγῷ, οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἠσπάσαντο, μάλα ἄν τις μάθοι ῥᾳδίως, τὰς τῶν δογμάτων δια 1.63 φορὰς ἐξετάσας. Οἱ μὲν γὰρ ἀθάνατον ἔφασαν τὴν ψυχήν, οἱ δὲ θνητήν, οἱ δὲ μικτήν τινα ὡρίσαντο καὶ τὸ μὲν αὐτῆς θνητόν, τὸ δὲ ἀθάνατον ἔφασαν· καὶ τὰ ὁρώμενα οἱ μὲν ἀγένητα, οἱ δὲ γε νητά, καὶ οἱ μὲν ἐκ γῆς, οἱ δὲ ἐξ ὕλης, οἱ δὲ ἐξ ἀτόμων ξυστῆ 1.64 ναι· καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον. Ἀλλ' ὅμως καὶ διάφορα λέγοντες, ἔσχον καὶ οὗτοι κἀκεῖνοί τινας τοῖς παρὰ σφῶν λεγομένοις πιστεύοντας· οὐκ ἂν δὲ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα εὖ ἔχειν ὑπέλαβον, εἰ μή τις αὐτοὺς πίστις ἔπεισε δέξα 1.65 σθαι τὰ λεγόμενα. Τῷ τοι καὶ ὁ Πλάτωνος Σωκράτης ἐν τῷ Γοργίᾳ, πολλὰ περὶ τῶν ἐν τῷ Ἅιδῃ κολαζομένων εἰπών, καὶ μέντοι καὶ περὶ τῶν ἀνακηρυττομένων ὡς εὐσεβῶν ἐπήγαγεν· "Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ 1.66 εἶναι." Καίτοι οὔτε δῆλα ἦν οὔτε ὁρώμενα πράγματα, ἀλλὰ τοὺς πλείστους τῶν ἀνθρώπων λανθάνοντα καὶ παρ' ὀλίγων ὁμολογού μενα· ἀλλ' ὅμως ἔφη πιστεύειν ὡς ἀληθῆ ἐστι, καὶ τῆς πίστεως ἀπόδειξιν οὔτε αὐτὸς προσενήνοχεν, οὔτε οἱ ἀκούσαντες ἀπῃτή 1.67 κασιν. Καὶ μέντοι κἀν τῷ πρώτῳ τῶν Νόμων ὁ Πλάτων τὸν περὶ τῆς πίστεως ἐβεβαίωσε λόγον· λέγει δὲ ὧδε· "Ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων, μὴ ζητεῖν νέων μηδένα ἐᾶν, ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας 1.68 ξυμφωνεῖν, ὡς πάντα καλῶς κεῖται." Οὐδ' ἐν τούτοις ἄρα ὁ Πλάτων περιεργάζεσθαι ξυγχωρεῖ, ἀλλὰ πιστῶς δέχεσθαι τὰ νομοθετούμενα καὶ μὴ πολυπραγμονεῖν, εἴτε εὖ ἔχει, εἴτε καὶ 1.69 μή. Καὶ Θέογνις δὲ ὁ Σικελιώτης ποιητὴς τῆς πίστεως ἀναγο ρεύει τὸν τρόφιμον καί φησιν· πιστὸς ἀνὴρ χρυσοῦ καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. Εἰ δὲ τὸν ἐν στάσει πιστὸν χρυσοῦ καὶ ἀργύρου τιμιώτερον ἔφη, τίνος ἀντάξιον ἀποφήναιτο ἄν τις τὸν τοῖς θείοις λογίοις 1.70 ἀναμφιβόλως πιστεύοντα; ἀλλὰ γὰρ ἀτεχνῶς οἶμαι ἁρμόττει τοῖς ὁμοίως ὑμῖν ἀντιλέγουσιν, ἅπερ Ἡράκλειτος ὁ Ἐφέσιος εἴρηκεν· "Ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσι μαρ τυρεῖ, παρεόντας ἀπεῖναι·" Ξυμφωνεῖ δὲ τῷ Ἐφεσίῳ καὶ ὁ