1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

23

ἀλλ' ὅσον ὁ καλούμενος Τάρταρος οὐρανοῦ. Ἐγὼ δ' αὐτοὺς θεῖναι παραιτοῦμαι τοὺς μύθους, ἵνα μὴ μέ τις ἀδο λέσχην ὀνομάσῃ καὶ φλήναφον· ἐνίων δὲ καὶ μάλα ὀλίγων ἐν τῇ μετὰ τήνδε, ξὺν θεῷ φάναι, γραφησομένῃ διαλέξει μνησθήσομαι, ἵνα τῶν μυθολογουμένων περὶ τῶν καλουμένων θεῶν μὴ μόνον 2.97 τὸ ἀπίθανον, ἀλλὰ καὶ τὸ ἀνόητον καὶ δυσαγὲς ἐπιδείξω. Εἰ δέ τῳ φίλον καὶ αὐτὴν διαγνῶναι τὴν ξύγκρισιν, εὑρήσει ταύτην ἐν τοῖς Εὐσεβίου τοῦ Παλαιστίνου ξυγγράμμασιν, Εὐαγγελικὴν δὲ προ παρασκευὴν τόνδε τὸν πόνον ἐκεῖνος ὠνόμασεν· ἐγὼ δὲ ξυντόμως ἐρῶ, ὡς Αἰγύπτιοι καὶ Φοίνικες καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ καὶ φιλόσοφοι ἢ τὰ ὁρώμενα στοιχεῖα θεοὺς ὑπετόπασαν ἢ ἀνθρώπων τοὺς εὖ τι πεποιηκότας καὶ ἔν τισι πλεονεκτήμασι διαπρέψαντας 2.98 θεοὺς ἀνηγόρευσαν καὶ τεθνεῶσι ναοὺς ἐδομήσαντο· ἡμεῖς δὲ τῶν μὲν ὁρωμένων θεολογοῦμεν οὐδέν, τῶν δὲ ἀνθρώπων τοὺς ἐν ἀρετῇ διαπρέψαντας ὡς ἀνθρώπους ἀρίστους γεραίρομεν, μόνον δὲ τὸν τῶν ὅλων προσκυνοῦμεν Θεὸν καὶ τὸν ἐκείνου γε Λόγον καὶ τὸ 2.99 πανάγιον Πνεῦμα. Τὸν αὐτὸν δὲ καὶ Υἱὸν μονογενῆ καὶ Λόγον καὶ Ζωὴν καὶ Φῶς καὶ Ἀλήθειαν ὀνομάζομεν, καὶ ἄλλοις δὲ παμπόλλοις ὀνόμασι κεχρημένοι τὴν θείαν φύσιν ἀνυμνοῦμεν. Οὐ μόνον δὲ αὐτὴν ἀπὸ τῶν προσόντων ὀνομάζομεν, ἀλλὰ καὶ ἀπὸ 2.100 τῶν μὴ προσόντων προσαγορεύομεν· ἄναρχον γὰρ καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ ἄπειρον καὶ ἀνώλεθρον ἀόρατόν τε καὶ ἀνείδεον καὶ ἀσχημάτιστον ἀπερίγραφόν τε καὶ ἀπερίληπτον καὶ ἀνέφικτον καλοῦμεν, ἀπό γε τῶν μὴ προσόντων τὰς προσηγορίας τιθέντες. 2.101 Ἐπειδὴ γὰρ ὁρατὸς οὐκ ἔστιν, ἀόρατος ὀνομάζεται καὶ ἀθέατος, καὶ ὡς ὑπερβαίνων τοῦ νοῦ τὴν φαντασίαν, ἀνέφικτος δὴ καλεῖ ται· καὶ αὖ πάλιν ἄπειρος, ὡς οὔτε ἀρχὴν οὔτε τέλος ἔχων, καὶ ὡς φθορᾶς καὶ θανάτου κρείττων, ἄφθαρτος καὶ ἀθάνατος· καὶ 2.102 τἄλλα δέ, ὅσα τούτοις ἔοικεν, ὧν ἡ θεία φύσις οὐκ ἔχει, τυγχάνει ὄντα δηλωτικά. Τὸ δέ γε ἀγαθὸς καὶ δίκαιος καὶ φῶς καὶ ζωὴ καὶ δημιουργὸς καὶ τῶν ὅλων πρύτανίς τε καὶ κυβερνήτης καὶ τὰ τούτοις προσόμοια, ὧν ἔχει τε καὶ ἐνεργεῖ, τὴν κτίσιν ἰθύνων καὶ 2.103 τῶν ἀνθρώπων τὴν φύσιν εὐεργετῶν, ὑπάρχει σημαντικά. Οὕτως Υἱὸς ὀνομάζεται, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεγεννημένος, καὶ Λόγος, ὡς ἀχρόνως καὶ ἀπαθῶς προελθὼν καὶ μὴ μερίσας τὸν φύσαντα· καὶ αὖ πάλιν Ἀπαύγασμα δόξης, ὡς ξυναΐδιος ὢν τοῦ γεννήσαντος. 2.104 Ἀλλὰ μὴ θορυβήσητε, καὶ ἐκ τοῦ Πατρὸς καὶ ξὺν τῷ Πατρὶ τὸν Λόγον ἀκούσαντες. Τῶν γὰρ ἀτοπωτάτων Πλάτωνος μὲν ἀνέχεσθαι καὶ αἴτιον τῆς ὕλης τὸν Θεὸν λέγοντος καὶ ξυναΐδιον τοῦ Θεοῦ τὴν ὕλην ἀποκαλοῦντος καὶ τὰς ἰδέας ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ φάσκοντος εἶναι, τὸν δὲ τοῦ Θεοῦ Λόγον καὶ τὸ πανάγιον Πνεῦμα μὴ πείθεσθαι καὶ ἐκ τοῦ Θεοῦ φῦναι καὶ ξὺν 2.105 τῷ Θεῷ εἶναι. Εἰ γὰρ τὴν ἑτεροφυᾶ καὶ ἑτερογενῆ καὶ ἀλλόφυλον ὕλην καὶ ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ εἶναι ὁ φιλόσοφος ἔφη, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ ἀληθέστερον ὑποληπτέον τὸν ἡμέτερον λόγον. Οὐ γὰρ ἑτεροφυᾶ τὸν Υἱόν, οὐδέ γε τὸ πανάγιον Πνεῦμα εἶναί φαμεν, ἀλλὰ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν κηρύττομεν. 2.106 Εἰ δέ τις τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιζητεῖ τὸν τρόπον μαθεῖν, εἰπάτω δὴ πρότερος τὸν τρόπον τῆς τοῦ ἀγεννήτου ὑπάρξεως, πῶς ἔστιν οὐκ ἔχων τὸν αἴτιον. Τοῦτο γὰρ δὴ παντελῶς ἄπορον καὶ μόνῃ γε τῇ πίστει τῇ καθαρᾷ καὶ 2.107 ἀκραιφνεῖ χωρητόν. Τὸ μὲν γὰρ ἐξ αἰτίου γενέσθαι τι ἢ γεννητὸν ἢ κτιστὸν δέξαιτ' ἂν ῥᾳδίως ὁ λογισμός· τὸ δὲ εἶναί τι ἄτερ αἰτίου οὐδεὶς προσίεται λογισμός, εἰ μή πῃ ἄρα φανείη τῆς πί στεως τὸ ἐχέγγυον. Εἰ δὲ πιστεύομεν εἶναί τι καὶ ἀγέννητον καὶ ἄναρχον καὶ ἀναίτιον, πιστευτέον ἄρα, ὡς ἐκ τούτου νοῦ γε ὄντος ἐγεννήθη ὁ Λόγος, καὶ προῆλθε τὸ Πνεῦμα τὸ ἅγιον. 2.108 Ὅτι δὲ καὶ τῶν παλαιῶν τινες ἀγέννητον καλοῦσι τὸν τῶν ὅλων Θεόν, ἀκούσαι ἄν τις καὶ Τιμαίου τοῦ Λοκροῦ λέγοντος· "Μία ἀρχὰ πάντων ἐστὶν ἀγέννατος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ' ἐκείνα, ἐξ ἇς ἀρχὰ ἐγένετο." Παρμενίδης δὲ ὁ Ἐλεάτης καὶ τὸν κόσμον