1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

18

πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύ νατον· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα." Ἀλλ' ὅ γε ἐν τούτοις ἀκριβῶς οὕτω θεολογήσας, ἐν ἄλλοις, ἢ τοὺς πολ λοὺς ὀρρωδήσας ἢ τῷ ὄντι γε ἀγνοήσας, πολλῶν ἐποιήσατο μνήμην θεῶν καὶ πολλὴν ἐνεργάζεται τοῖς ἐντυγχάνουσι λώβην. 2.43 Ἀνθ' ὅτου δὴ οὖν, ὦ φίλοι, τὸ θολερὸν καὶ γεῶδες ἀρυόμεθα νᾶμα, καὶ μὴ τὴν πηγὴν ἐκείνην ζητοῦμεν τὴν διαυγῆ καὶ δια φανῆ, ἐξ ἧς οὗτος λαβὼν τῆς θεολογίας τὰς ἀφορμάς, τὸ ἰλυῶδες αὐτοῖς καὶ γεῶδες ἀνέμιξεν; ἢ ἀγνοεῖτε, ὅτι Μωϋσῆς τῶν Ἰου δαίων ὁ νομοθέτης πάντων ἐστὶ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγ γραφέων καὶ φιλοσόφων πρεσβύτατος; Εἰ δ' ἔτι καὶ νῦν ἐνδοιάζετε καὶ πλάττειν ἡμᾶς τόνδε τὸν λόγον ὑπολαμβάνετε, Πορφύριος γοῦν ὑμῖν μάρτυς ἀξιόχρεως ἔστω, ὃς τῆς ἀσεβείας γενόμενος πρόμαχος κατὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἀκόλαστον ἐκίνησε γλῶτ ταν. Ἀκούσατε οὖν αὐτοῦ ταῦτα λέγοντος, ἐν οἷς καθ' ἡμῶν 2.44 ξυγγέγραφεν· "Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ ξυμφωνότατα, Σαγχωνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως τοῦ θεοῦ Ἰαώ, ὃς Ἀβεμβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθείς, ὑπ' ἐκείνου καὶ τῶν κατ' ἐκεῖνον 2.45 ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν καὶ τοῖς Μωϋσέως πελάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχωνιάθων δέ, ὁ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθης, πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς γραφῶν ξυναγαγὼν καὶ ξυγγράψας, ἐπὶ Σεμι 2.46 ράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος." Ἐντεῦθεν ἔστι σαφῶς μαθεῖν, ὁπόσοις τῶν Τρωϊκῶν ὁ Μωϋσῆς πρεσβύτερος ἔτεσιν. Εἰ γὰρ ὁ τὴν Ἰουδαϊκὴν ἱστορίαν ξυγγράψας Σαγχωνιάθων ἐπὶ Σεμι ράμεως τῆς Ἀσσυρίων γέγονε βασιλίδος-ἱστόρησε δὲ δηλονότι Σαγχωνιάθων τὰ πολλῷ χρόνῳ πρεσβύτερα-, Μωϋσῆς δὲ Ἰουδαίων νομοθέτης ἐγένετο, πολλοῖς ἄρα ἔτεσι Σαγχωνιάθωνος 2.47 πρεσβύτερος Μωϋσῆς. Ὅτι δὲ πλείοσιν ἢ χιλίοις ἔτεσιν ἡ Σεμί ραμις τῶν Τρωϊκῶν πρεσβυτέρα, δηλοῦσι σαφῶς οἱ τοὺς χρόνους ξυντεθεικότες. Ἀλλὰ τὸ μὲν ἐξελέγχειν τὸν Πορφύριον ὡς ἠγνοηκότα τοὺς χρόνους οὐ τοῦ παρόντος καιροῦ· ἀπόχρη δέ μοι δηλῶσαι, πόσοις πρεσβύτερος ἔτεσι τῶν Τρωϊκῶν Μωϋσῆς· Ὅμη ρος δὲ καὶ Ἡσίοδος μετὰ πολὺν χρόνον τῶν Τρωϊκῶν ἐγενέσθην· Ὀρφεὺς δέ, τῶν ποιητῶν ὁ πρῶτος, μιᾷ γενεᾷ πρεσβύτερος τῶν Τρωϊκῶν· Ἰάσονι γὰρ καὶ Πηλεῖ καὶ Τελαμῶνι καὶ Ἡρακλεῖκαὶ ∆ιοσκούροις εἰς τὴν Κολχίδα ξυνέπλευσεν· Ἰάσονος δὲ 2.48 Εὔνηός ἐστιν υἱός, ὁ τὸν οἶνον εἰς Τροίαν πέμπων τοῖς Ἀχαιοῖς, καὶ Τληπόλεμος Ἡρακλέους υἱός, ὃν ὁ Σαρπηδὼν ἐν τῷ πολέμῳ τῷ Τρωϊκῷ κατηκόντισε, καὶ ὁ Αἴας δὲ Τελαμῶνος υἱός, καὶ Ἀχιλλεὺς Πηλέως· Κάστορα δὲ καὶ Πολυδεύκην, τοὺς ἐπίκλην ∆ιοσκούρους, ἰδεῖν ἀπὸ τοῦ τείχους ἡ Ἑλένη ποθήσασα, οἷα δὴ ἀδελφούς, εἶτα τοῦ ποθουμένου διαμαρτοῦσα πικρῶς ἀπωδύρατο, 2.49 τεθνάναι τούτους ὑπολαβοῦσα. Ταῦτα δὲ οὐκ ἀδολεσχῶν διεξῆλθον, ἀλλὰ σαφῶς ἐπιδεῖξαι βουλόμενος, ὡς Ὀρφεὺς γενεᾷ μιᾷ πρε σβύτερος ἐγεγόνει τῶν Τρωϊκῶν. Λῖνος δὲ καὶ Μουσαῖος ἀμφὶ τὰ Τρωϊκὰ ἐγενέσθην, καὶ Θάμυρις μετὰ τούτων, καὶ Φιλάμμων 2.50 ὡσαύτως. εἰ τοίνυν τούτων μὲν κατὰ τὸν Πορφύριον ὁ Μωϋσῆς πλείοσιν ἢ χιλίοις πρεσβύτερος ἔτεσιν, οὗτοι δὲ παλαιότατοι τῶν ποιητῶν ἐγένοντο-μετὰ γὰρ τούτους καὶ Ὅμηρος καὶ Ἡσίο δος ἐγενέσθην, καὶ οὗτοι δ' αὖ πάλιν Θαλοῦ καὶ τῶν ἄλλων φιλο σόφων πολλοῖς ἔτεσιν ἀρχαιότεροι, καὶ οἱ ἀμφὶ Θαλῆν τῶν μετ' αὐτοὺς πεφιλοσοφηκότων-, τί δήποτε μὴ τούτους πάντας κατα λιπόντες πρὸς Μωϋσέα τὸν τῆς θεολογίας ὠκεανὸν μεταβαίνομεν, "ἐξ οὗπερ", ποιητικῶς εἰπεῖν, "πάντες ποταμοὶ καὶ πᾶσα θά 2.51 λασσα"; Καὶ γὰρ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Πλάτων ὕστερον ἐκεῖθεν εἵλκυσαν σμικρὰ ἄττα τῆς ἀληθείας ἐναύσματα· καὶ ὁ Σωκράτης, Ἀναξαγόρᾳ καὶ Ἀρχελάῳ