1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

14

νυκτικόρακες ἀποφυγγάνουσι μὲν τὸ φῶς ὡς πολέμιον, τὸ δὲ σκότος ἀσπάζονται ὡς σωτήριον. 2.3 Τούτοις μὲν οὖν δή τις οὐκ ἂν νεμεσήσειε σωφρονῶν· ἡ γάρ τοι φύσις αὐτοῖς τὴν τοιάνδε ζωὴν ἐξ ἀρχῆς ἀπεκλήρωσεν· οἱ δ' αὐθαιρέτως σφᾶς αὐτοὺς τῷ σκότῳ ξυζεύξαντες ποίας ἂν τύχοιεν εἰκότως ξυγγνώμης, μάλιστα τοῦ θείου φωτὸς ἅπασαν ἤπειρον καὶ νῆσον τῆς ἀκτῖνος πληρώσαντος καὶ αὐτὰ κατειληφότος τῆς 2.4 οἰκουμένης τὰ τέρματα; οἱ μὲν γὰρ πρὸ τῆς θείας ἐπιφανείας τῇδε τῇ πάθῃ περιπεσόντες ἔχουσί τινα μετρίαν οὕτω πως παραί τησιν, τῷ μηδέπω τῆς δικαιοσύνης ἀνατεῖλαι τὸν ἥλιον, ἀλλ' ὥσπερ ἐν νυκτὶ διάγειν καὶ ὑπὸ μόνης δᾳδουχεῖσθαι τῆς φύσεως· ἐπειδὴ δὲ οὗτος οὐ μόνον ἀνέτειλεν, ἀλλὰ καί, ποιητικῶς εἰπεῖν, μέσον οὐρανὸν ἀμφιβέβηκε, τίς ἀπολογίας ὑπολείπεται λόγος τοῖς νῦν ἐν μεσημβρίᾳ τυ φλώττουσι καὶ τοὺς ὀφθαλμοὺς μύουσιν, ἵνα μὴ τοῦ φωτὸς 2.5 ἀπολαύσωσιν; οὐκ ἐᾷ δὲ αὐτοὺς τὴν ἀχλὺν ἀποσκεδάσαι τῶν ὀφθαλμῶν τὸ τῆς οἰήσεως πάθος. Πάντων γὰρ ἄμεινον εἰδέναι νομίζουσι τὴν ἀλήθειαν, ἐπειδὴ τοῖς τῶν ἐλλογίμων ἀνδρῶν μα θήμασιν ἐνετράφησαν, καὶ ξυνιδεῖν οὐκ ἐθέλουσιν, ὡς οἱ θαλάτ τιοι ἰχθύες ἐν ἅλμῃ μὲν τρέφονται ὅτι μάλιστα πλείστῃ, ἁλῶν δὲ 2.6 ὅμως εἰς σκευασίαν προσδέονται. Οὐδὲ μὴν ἐκεῖνο ξυνορῶσιν, ὡς τῆς ἀληθείας οὐ πάντως ἡ εὐγλωττία διδάσκαλος· τί γὰρ τῆς Ὁμήρου ποιήσεως ἥδιον; τί δὲ τῆς εὐεπείας ἐκείνης γλυκύτε ρον; ἀλλ' ὅμως τοῦτον τῶν φιλοσόφων ὁ ἄριστος-ἐπέγνωτε δὲ δήπου τὸν Ἀρίστωνος, ὡς ἡγοῦμαι-μύρῳ γε ἀλείψας, καθά περ αἱ γυναῖκες τὰς χελιδόνας, ἐκ τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπ έπεμψε πόλεως, ἀκολασίας καλέσας καὶ δυσσεβείας διδάσκαλον. 2.7 "Βλασφημεῖν" γάρ φησιν "ἐκπαιδεύει τοὺς νέους καὶ πονηρὰς αὐτοῖς περὶ τῶν θεῶν ἐντίθησι δόξας καὶ ἁπαλοῖς ἔτι οὖσι μαθή ματα πονηρὰ καὶ διεφθαρμένα ἐνίησιν." Καὶ ἕτερα δὲ ἄττα κατη γορήματα πάμπολλα ἐποιήσατο τοῦ κορυφαίου τῶν ποιητῶν. Οὔκουν ἅπας εὐγλωττίαν ἠσκημένος ἀξιόχρεως ἂν γένοιτο ἀλη θείας διδάσκαλος. 2.8 Εἰ δὲ δὴ τοὺς φιλοσόφους ἡμῖν προβάλλεσθε, εὖ ἴστε, ὡς καὶ οὗτοι πλάνον ὑπέμειναν πάμπολυν. Οὐ γὰρ δὴ μίαν ἅπαντες λεωφόρον ἐσχήκασιν οὐδὲ τοῖς τῶν προωδευκότων ἠκολούθησαν ἴχνεσιν, ἀλλ' ἰδίαν ἕκαστος ἐτέμετο τρίβον καὶ μυρίας ἐπινενοή κασι [τρίβους]· πολυσχιδεῖς γάρ που τοῦ ψεύδους αἱ ἀτραποί· 2.9 καὶ τοῦτο διαρρήδην αὐτίκα δὴ μάλα δειχθήσεται. Θαλῆς μὲν γάρ, τῶν ἑπτὰ καλουμένων σοφῶν ὁ πρεσβύτατος, ἀρχὴν πάν των τὸ ὕδωρ ὑπέλαβεν, Ὁμήρῳ γε οἶμαι εἰρηκότι πιστεύσας· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. Ἀναξίμανδρος δέ, τοῦτον διαδεξάμενος, ἀρχὴν ἔφη τὸ ἄπει ρον· Ἀναξιμένης δέ, ὁ τούτου διάδοχος, καὶ ∆ιογένης ὁ Ἀπολλωνιάτης 2.10 τὸν ἀέρα ξυμφώνως ἀρχὴν προσηγορευσάτην· Ἵππα σος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τῷ πυρὶ τὴν ἀρχὴν τῶν πάντων ἀπενειμάτην· ὁ δὲ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὰ στοιχεῖα ἔφη τὰ τέτταρα· Ξενοφάνης δὲ ὁ Κολοφώνιος τὸ πᾶν ἀΐδιον, ἐκ δὲ τῆς γῆς τὰ πάντα· καὶ Παρμενίδης δὲ ὁ τούτου ἑταῖρος ὁ Ἐλεάτης ὡσαύτως τόνδε τὸν λόγον ἐκράτυνε, ψεῦδος δὲ ἀπέφηνε τῶν αἰσθήσεων τὸ κριτήριον, ἥκιστα λέγων 2.11 ἐφικνεῖσθαι τοῦτο τῆς ἀληθείας· ∆ημόκριτος δὲ ὁ Ἀβδηρίτης ἄπειρον τὸ πᾶν εἴρηκε καὶ ἀγένητον· Ἐπίκουρος δὲ ὁ Νεοκλέους ὁ Ἀθηναῖος ἐκ τῶν ἀτόμων ἐξ ἀρχῆς ξυστῆναι τὸ πᾶν, εἶναι μέντοι ἄναρχον καὶ ἀΐδιον· καὶ Μητρόδωρος δὲ ὁ Χῖος καὶ Ζή νων ὁ Ἐλεάτης καὶ ∆ιογένης ὁ Σμυρναῖος διαφόρους ἀρχὰς τῶν ὅλων ὑπέθεντο. ∆ιά τοι τοῦτο καὶ Σωκράτης ὁ Σωφρονίσκου κωμῳδῶν αὐτοὺς διετέλει, ὅτι τὰ ἀνθρώποις οὐκ ἐφικτὰ εἰδέναι λίαν ἰσχυριζόμενοι, πρὸς ἀλλήλους ἀεὶ διεμάχοντο, καινῶν προσ τατεύοντες καὶ ἐναντίων δογμάτων, ᾗ φησιν ὁ Ξενοφῶν ἐν τοῖς 2.12 Ἀπομνημονεύμασιν. Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν τῷ Φαίδωνι γέγραφε λέγοντα· "Ἐγὼ γάρ, ὦ Κέβης, νέος ὤν, ὑπερφυῶς ὡς ἐπεθύμησα ταυτησὶ τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν. Ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον,